Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ ταῦτα μὲν ἀπὸ τῆς δηλωθείσης πόλεως ταῖς καταλεχθείσαις ἐκκλησίαις διετυπώσατο. ἤδη δ’ ἐπέκεινα τῆς Σμύρνης γενόμενος ἀπὸ Τρωάδος τοῖς τε ἐν Φιλαδελφείᾳ αὖθις διὰ γραφῆς ὁμιλεῖ καὶ τῇ Σμυρναίων ἐκκλησίᾳ, ἰδίως τε τῷ ταύτης προηγουμένῳ Πολυκάρπῳ, ὃν οἶα δὴ ἀποστολικὸν ἄνδρα εὖ μάλα γνωρίζων , τὴν κατ’ Ἀντιόχειαν αὐτῷ ποίμνην ὡσὰν γνήσιος καὶ ἀγαθὸς ποιμὴν παρατίθεται, τὴν περὶ αὐτῆς φροντίδα διὰ σπουδῆς ἔχειν αὐτὸν ἀξιῶν.

ὁ δ’ αὐτὸς Σμυρναίοις γράφων οὐκ οἶδ’ ὁπόθεν ῥητοῖς συγκέχρηται, τοιαῦτά τινα περὶ τοῦ Χριστοῦ διεξιών “ἐγὼ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἐλήλυθεν, ἔφη αὐτοῖς , λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον· καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν.’’

οἶδε δὲ αὐτοῦ τὸ μαρτύριον καὶ ὁ Εἰρήναιος , καὶ τῶν ἐπιστολῶν αὐτοῦ μνημονεύει λέγων οὕτως “ ὡς εἶπέ τις τῶν ἡμετέρων διὰ τὴν πρὸς θεὸν μαρτυρίαν κατα- [*](23 Ignat, Ep. ad Smyrn. c. 4. 28 Iren. 5, 28, 4. p. 327.)

v.4.p.130
“κριθεὶς πρὸς θηρία, ὅτι σῖτός εἰμι θεοῦ, καὶ δι᾿ ‘ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑ- “ ρεθῶ.”

καὶ ὁ Πολύκαρπος δὲ τούτων αὐτῶν μέμνηται ἐν τῇ φερομένῃ αὐτοῦ πρὸς Φιλιππησίους ἐπιστολῇ, φάσκων αὐτοῖς ῥήμασι “ παρακαλῶ “ πάντας ὑμᾶς πειθαρχεῖν καὶ ἀσκεῖν πᾶσαν ὑπομο- ‘νὴν, ἣν εἴδετε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖ “μακαρίοις Ἰγνατίῳ καὶ Ῥούφῳ καὶ Ζωσίμῳ, ἀλλα “ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν, καὶ ἐν αὐτῷ Παύλφ “καὶ τοῖς λοιποῖς ἀποστόλοις, πεπεισμένους ὅτι οὗτο “πάντες οὐκ εἰς κενὸν ἔδραμον , ἀλλ’ ἐν πίστει κα “ δικαιοσύνῃ , καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς το “πον εἰσὶ παρὰ κυρίῳ , ᾧ καὶ συνέπαθον. οὐ γὰ “ τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἄπο “θανόντα καὶ δι’ ἡμᾶς ὑπὸ τοῦ θεοῦ ἀναστάντα.”

καὶ ἐξῆς ἐπιφέρει “ἐγράψατέ μοι καὶ ὑμεῖς καὶ Ἰγνα “τιος, ἵνα ἐάν τις ἀπέρχηται εἰς Συρίαν, καὶ τὰ παρ “ὑμῶν ἀποκομίσῃ γράμματα. ὅπερ ποιήσω, ἐὰν “καιρὸν εὔθετον, εἴτε· ἐγὼ, εἴτε ὃν πέμπω πρεσβεύ- “ σοντα καὶ περὶ ὑμῶν.