Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἔτι δὲ καὶ Ἰωάννης ὁ ἐπὶ τὸ ‘στῆθος τοῦ κυρίου ἀναπεσὼν, ὃς ἐγενήθη ἱερεὺς τὸ πέταλον πεφορηκὼς καὶ μάρτυς καὶ διδάσκαλος· οὑ- “τος ἐν Ἐφέσω κεκοίμηται.” ταῦτα καὶ περὶ τῆς τῶνδε τελευτῆς.

καὶ ἐν τῷ Γαΐου δὲ, οὑ μικρῷ πρόσθεν ἐμνήσθημεν, διαλόγῳ Πρόκλος, πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς συνᾴδων τοῖς ἐκτεθεῖσιν οὕτω φησίν μετὰ τοῦτον δὲ προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσέαν· ὁ τά- “φος αὐτῶν έστιν ἐκεῖ καὶ ὁ τοῦ πατρὸς αὐτῶν. ”

ταῦτα μὲν οὗτος. ὁ δὲ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τῶν Φιλίππου θυγατέρων ἐν Καισαρείᾳ τῆς Ἰουδαίας ἅμα τῷ πατρὶ τότε διατριβουσῶν, προφητικοῦ τε χαρίσματος ἠξιωμένων, μνημονεύει κατὰ λέξιν ὧδέ πως λέγων “ἤλθομεν εἰς Και- “σάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου “τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ αὐτῷ. τούτῳ δὲ ἤσαν παρθένοι θυγατέρες προφητεύουσαι τέσσαρες.”

τὰ μὲν οὖν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν περί τε τῶν ἀποστόλων αὐτῶν καὶ τῶν ἀποστολικῶν χρόνων, ὧν τε καταλελοίπασιν ἡμῖν [*](24 Act. 21. 8.)

v.4.p.124
ἱερῶν γραμμάτων, καὶ τῶν ἀντιλεγομένων μὲν, ὅμως δ᾿ ἐν πλείσταις ἐκκλησίαις παρὰ πολλοῖς ἀποστολικῆς μένων, τῶν τε παντελῶς νόθων καὶ τῆς ἀποστολικῆς ὀρθοδοξίας ἀλλοτρίων ἐν τούτοις διειληφότες ἐπὶ τὴν τῶν ἑξῆς προΐωμεν ἱστορίαν.