Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. I, 35] Παύλου μὲν οὖν καὶ Πέτρου τῆς τελευτῆς ὅ τε χρόνος καὶ ὁ τρόπος καὶ προσέτι τῆς μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου τῶν σκη νωμάτων αὐτῶν καταθέσεως ὁ χῶρος ἤδη πρότερον ἡμῖν δεδήλωται.
τοῦ δὲ Ἰωάννου τὰ μὲν τοῦ χρόνου ἤδη πως εἴρηται, τὸ δέ γε τοῦ σκηνώματος αὐτοῦ χωρίον ἐξ ἐπιστολῆς Πολυκράτους (τῆς δ’ ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος οὗτος ἦν) ἐπιδείκνυται, ἣν Οὐίκτορι ‘Ρωμαίων ἐπισκόπῳ γράφων ὁμοῦ τε αὐτοῦ καὶ Φιλίππου μνημονεύει τοῦ ἀποστόλου τῶν τε [*](2 Clemens Strom. 3, 6. p. 535. 11 Ibid. 7, 11, p. 869. 24 δεδήλωται] 2, 25. 26 Πολυκράτους] Conf. 5, 24.)
v.4.p.123
τούτου θυγατέρων ὧδέ πως “καὶ γὰρ καὶ κατὰ τὴν “Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται, ἅτινα ἀναστή- “σεται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, “ἐν ᾖ ἔρχεται μετὰ δόξης ἐξ οὐρανοῦ, καὶ ἀναζητήσει “πάντας τοὺς ἁγίους, Φίλιππον τὸν τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται ἐν Ἱεραπόλει, καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι, καὶ ἡ ἑτέρα ‘αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη, ἣ ἐν Ἐφέσω ἀναπαύεται,