Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
τοῦ δὲ Παύλου πρόδηλοι καὶ σαφεῖς αἶ δεκατέσσαρες ἐπιστολαί. ὅτι γε μήν τινες ἠθετήκασι τὴν πρὸς Ἑβραίους , πρὸς τῆς Ῥωμαίων ἐκκλησίας ὡς μὴ Παύλου οὖσαν αὐτὴν ἀντιλέγεσθαι φήσαντες, οὐ δίκαιον ἀγνοεῖν. καὶ τὰ περὶ ταύτης δὲ τοῖς πρὸ ἡμῶν εἰρημένα κατὰ καιρὸν παραθήσομαι. οὐδὲ μὴν τὰς λεγομένας αὐτοῦ Πραξεῖς ἐν ἀναμφιλέκτοις παρείληφα.
ἐπεὶ δὲ ὁ αὐτὸς ἀπόστολος ἐν ταῖς ἐπὶ τέλει προσρήσεσι τῆς πρὸς Ῥωμαίους μνήμην πεποίηται μετὰ τῶν ἄλλων καὶ Ἑρμᾶ, οὗ φασιν ὑπάρχειν τὸ τοῦ ποιμένος βιβλίον , ἰστέον ὡς καὶ τοῦτο πρὸς μέν τινων ἀντι- λέλεκται , δι’ οὓς οὐκ ἂν ἐν ὁμολογουμένοις τεθείη, ὑφ’ ἑτέρων δὲ ἀναγκαιότατον οἶς μάλιστα δεῖ στοιχειώσεως εἰσαγωγικῆς κέκριται. ὅθεν ἤδη καὶ ἐν ἐκκλησίαις ἴσμεν αὐτὸ δεδημοσιευμένον, καὶ τῶν παλαιτάτων δὲ συγγραφέων κεχρημένους τινὰς αὐτῷ κατείληφα.
ταῦτα εἰς παράστασιν τῶν τε ἀναντιρρήτων καὶ τῶν μὴ παρὰ πᾶσιν ὁμολογουμένων θείων γραμμάτων εἰρήσθω.
[Nic. H. E. III, 1-2] Ὅτι μὲν οὖν τοῖς ἐξ ἐθνῶν κηρύσσων ὁ Παῦλος τοὺς ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοὐ Ἰλλυρικοῦ τῶν ἐκκλησιῶν καταβέβλητο θεμελίους δῆλον ἐκ τῶν αὐτοῦ γένοιτ’ ἂν φωνῶν καὶ ἀφ’ ὧν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἰστόρησεν.
καὶ ἐκ τῶν Πέτρου δὲ λέξεων ἐν ὁπόσαις καὶ οὗτος ἐπαρχίαις τοὺς ἐκ περιτομῆς τὸν Χριστὸν εὐαγγελιζόμενος τὸν τῆς καινῆς διαθήκης παρεδίδου λόγον σαφὲς ἂν εἴη ἀφ’ ἧς εἰρήκαμεν ὁμολογουμένης αὐτοῦ ἐπιστολῆς, ἐν ἡ τοῖς ἐξ Ἑβραίων οὖσιν ἐν δια- [*](10 Rom. 16, 14. 26 1. Petr. 1, 1.)
ὅσοι δὲ τούτων καὶ τίνες γνήσιοι ζηλωταὶ γεγονότες τὰς πρὸς αὐτῶν ἱδρυθείσας ἱκανοὶ ποιμαίνειν ἐδοκιμάσθησαν ἐκκλησίας οὐ ῥᾴδιον εἰπεῖν, μὴ ὅτι γε ὅσους ἄν τις ἐκ τῶν Παύλου φωνῶν ἀναλέξοιτο.
τούτου γὰρ οὑν μυρίοι συνεργοὶ καὶ ὡς αὐτὸς ὠνόμασε συστρατιῶται γεγόνασιν, ὧν οἶ πλείους ἀλήστου πρὸς αὐτοῦ μνήμης ἠξίωνται, διηνεκῆ τὴν περὶ αὐτῶν μαρτυρίαν ταῖς ἰδίαις ἐπιστολαῖς ἐγκαταλέξαντος. οὐ μὴν ἀλλὰ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τοὺς γνωρίμους αὐτοῦ καταλέγων ἐξ ὀνόματος αὐτῶν μνημονεύει.