Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

“πυνθάνομαι δ᾿ ἐγὼ τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ “παρ᾿ ἣν ἔγημε κεχρῆσθαι γυναικὶ, τῶν τε ἐκείνου “τέκνων τὰς μὲν θηλείας καταγηράσαι παρθένους, “ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν. ὧν οὕτως ἐχόντων “ἀποβολὴ πάθους ἦν ἡ εἰς μέσον τῶν ἀποστόλων τῆς “ζηλοτυπουμένης ἐγκύκλησις γυναικὸς, καὶ ἡ ἐγκρά- “τεια τῶν περισπουδάστων ἡδονῶν τὸ “παραχρᾶσθαι “τῇ σαρκὶ” ἐδίδασκεν. οὐ γὰρ οἶμαι ἐβούλετο κατὰ “τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, “ἡσονῇ καὶ κυρίῳ.

λέγουσι δ᾿ οὖν καὶ τὸν Ματ- “θίαν οὕτω διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παρα- “χρᾶσθαι, μηδὲν αὐτῇ πρὸς ἡδονὴν ἐνδιδόντα, ψυ- “χὴν δ᾿ αὔξειν διὰ πίστεως καὶ γνώσεως.” ταῦτα μὲν οὖν περὶ τῶν κατὰ τοὺς δηλουμένους χρόνους παραβραβεῦσαι τὴν ἀλήθειαν ἐγκεχειρηκότων, λόγου γε μὴν θᾶττον εἰς τὸ παντελὲς ἀπεσβηκότων, εἰρήσθω.