Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ὁ δὲ Μάρκος ὡσαύτως “μετὰ δὲ τὸ “παραδοθῆναι” φησὶν “Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς “τὴν Γαλιλαίαν.” καὶ ὁ Λουκᾶς δὲ, πρὶν ἄρξασθαι τῶν τοῦ Ἰησοῦ πράξεων, παραπλησίως ἐπιτηρεῖ φάσκων ὡς ἄρα προσθεὶς Ἡρώδης οἷς διεπράξατο πονηροῖς κατέκλεισε τὸν Ἰωάννην ἐν φυλακῇ.
παρακληθέντα δὴ οὖν τούτων ἕνεκά φασι τὸν ἀπόστολον Ἰωάννην τὸν ὑπὸ τῶν προτέρων εὐαγγελιστῶν παρασιωπηθέντα χρόνον καὶ τὰ κατὰ τοῦτον πεπραγμένα τῷ σωτῆρι (ταῦτα δ’ ἦν τὰ πρὸ τῆς τοῦ βαπτιστοῦ καθείρξεως) τῷ κατ’ αὐτὸν εὐαγγελίῳ παραδοῦναι, αὐτό τε τοῦτ’ ἐπισημήνασθαι, τοτὲ μὲν φήσαντα ‘ταύτην ἀρχὴν ἐποίησε τῶν παραδόξων ὁ Ἰησοῦς,” τοτὲ δὲ μνημονεύσαντα τοῦ βαπτιστοῦ μεταξὺ τῶν τοῦ Ἰησοῦ πράξεων, ὡς ἔτι τότε βαπτίζοντος ἐν Αἰνῶν ἐγγὺς τοῦ Σαλεὶμ, σαφῶς τε τοῦτο δηλοῦν ἐν τῷ λέγειν “οὔπω γὰρ ἦν, φησὶν, Ἰωάννης βεβλημένος “φυλακήν.
οὐκοῦν ὁ μὲν Ἰωάννης τῇ τοῦ κατ’ αὐτὸν εὐαγγελίου γραφῇ τὰ μηδέπω τοῦ βαπτιστο βεβλημένου εἰς φυλακὴν πρὸς τοῦ Χριστοῦ πραχθέντ παραδίδωσιν, οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ τὰ μετ τὴν εἰς τὸ δεσμωτήριον κάθειρξιν τοῦ βαπτιστοῦ μνη μονεύουσιν.
οἷς καὶ ἐπιστήσαντι οὐκέτι ἂν δόξα διαφωνεῖν ἀλλήλοις τὰ εὐαγγέλια, τῷ τὸ μὲν κα Ἰωάννην τὰ πρῶτα τῶν τοῦ Χριστοῦ πράξεων περιε χειν, τὰ δὲ λοιπὰ τὴν ἐπὶ τέλει τοῦ χρόνου αὐτῷ γε γενημένην ἱστορίαν· εἰκότως δ’ οὖν τὴν μὲν τη σαρκὸς τοῦ σωτῆρος ἡμῶν γενεαλογίαν, ἅτε Ματθαίῳ καὶ Λουκᾷ προγραφεῖσαν, ἀποσιωπῆσαι τὸν Ἰωάη [*](2 Marc. 1, 14. 4 Lucas 3, 20. 14 loann. 2, 11. 18 loann. 3, 24.)