Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. III, 10] Τοῦ δ’ αὐτοῦ Δόμε τιανοῦ τοὺς ἀπὸ γένους Δαβὶδ ἀναιρεῖσθαι προστα ξαντος παλαιὸς κατέχει λόγος τῶν αἱρετικῶν τινα κατηγορῆσαι τῶν ἀπογόνων Ἰούδα, (τοῦτον δὲ ἀδελφὸν κατὰ σάρκα τοῦ σωτῆρος), ὡς ἀπὸ γένους τυγχανόντων Δαβὶδ, καὶ ὡς αὐτοῦ συγγένειαν τοῦ Χριστοῦ φερόντων. ταῦτα δὲ δηλοῖ κατὰ λέξιν ὧδέ πως λέγων ὁ Ἡγήσιππος·

“Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου “υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ “ἀδελφοῦ, οὓς ἐδηλατόρευσαν ὡς ἐκ γένους ὄντας ‘Δαβίδ. τούτους δ’ ὁ Ἰουόκατος ἤγαγε πρὸς Δομε- “τιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ “Χριστοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης.

καὶ ἐπηρώτησεν αὐ- “τοὺς εἰ ἐκ Δαβίδ εἰσι, καὶ ὡμολόγησαν. τότε ἐπηρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπαν ἀμφότεροι ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ “αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεος. καὶ ταῦτα οὐκ ἐν “ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων, ἐξ ὧν καὶ τοὺς ‘φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας δια- ᾿῾τρέφεσθαι.

εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ‘ἐπιδεικνύναι, μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώ- “ματος σκληρίαν καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ῾ ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους πα- ‘ριστάντας.