Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ὁ μὲν γὰρ αὐτοκράτωρ Τίτος οὕτως ἐκ μόνων αὐτῶν ἐβουλήθη τὴν γνῶσιν τοῖς ἀνθρώποις παραδοῦναι τῶν πράξεων, ὥστε χαράξας τῇ αὐτοῦ χειρὶ τὰ βιβλία δημοσιεύεσθαι προσέταξεν, ὁ δὲ βασιλεὺς Ἀγρίππας ἐξήκοντα δύο ἔγραψεν ἐπιστολὰς, τῇ τῆς ἀληθείας παραδόσει μαρτυρῶν, ἀφ’ ὧν καὶ δύο παρατίθησιν. ἀλλὰ τὰ μὲν κατὰ τοῦτον ταύτῃ πη δεδηλώσθω, ἴωμεν δ’ ἐπὶ τὰ ἑξῆς.