Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

συναπήχθησαν οὖν ἄμφω, φησὶ, καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγον σκεψάμενος “εἰρήνη σοι” εἶπε, καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν.

τὸ τηνικαῦτα δὲ, ὥς φησιν ἡ θεία γραφὴ, ἰδὼν ὁ Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ὅτι δὴ πρὸς ἡδονῆς εἴη τὸ πραχθὲν τοῖς Ἰουδαίοις, ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ὅσον οὔπω καὶ τὸν κατ᾿ αὐτοῦ φόνον ἐνήργησεν ἂν, εἰ μὴ διὰ θείας ἐπιφανείας ἐπιστάντος αὐτῷ νύκτωρ ἀγγέλου παραδόξως τῶν εἱργμῶν ἀπαλλαγεὶς ἐπὶ τὴν τοῦ κηρύγματος ἀφεῖτο διακονίαν. καὶ τὰ μὲν κατὰ Πέτρον οὕτως εἶχεν οἰκονομίας.