Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
εἶτα δὲ καὶ ἄλλην ἐξῆς ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ μετελθεῖν αὐτοὺς συμφορὰν ἐντούτοις “ μετὰ δὲ ταῦτα 7 “ ἐτέραν ταραχὴν ἐκίνει, τὸν ἱερὸν θησαυρὸν, καλεῖ- “ ται δὲ κορβανᾶς, εἰς καταγωγὴν ὑδάτων ἐξαναλί- “ σκων. κατῄει δὲ ἀπὸ τριακοσίων σταδίων. πρὸς “ τοῦτο τοῦ πλήθους ἀγανάκτησις ἦν.
καὶ τοῦ Πι- “λάτου παρόντος εἰς Ἰεροσόλυμα περιστάντες τὸ βῆμα “ κατεβόων. ὁ δὲ προῄδει γὰρ αὐτῶν τὴν ταραχὴν) “ τῷ πλήθει τοὺς στρατιώτας ἐνόπλους, ἐσθῆσιν ἰδιω- “ τικαῖς κεκαλυμμένους ἐγκαταμίξας, καὶ ξίφει μὲν “ χρήσασθαι κωλύσας, ξύλοις δὲ παίειν τοὺς κεκρα- “γότας ἐγκελευσάμενος, σύνθημα δίδωσιν ἀπὸ τοῦ “ βήματος. τυπτόμενοι δὲ οἱ Ἰουδαῖοι πολλοὶ μὲν ἀπὸ “ τῶν πληγῶν, πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν ἐν τῇ φυγῇ “ καταπατηθέντες ἀπώλοντο, πρὸς δὲ τὴν συμφορὰν “ τῶν ἀνῃρημένων καταπλαγὲν τὸ πλῆθος ἐσιώπησεν.
ἐπὶ τούτοις μυρίας ἄλλας ἐν αὐτοῖς Ἱεροσολύμοις κεκινῆσθαι νεωτεροποιίας ὁ αὐτὸς ἐμφαίνει, παριστὰς [*](2 Ioseph. B. I. II, 9, 2 et 4.)
[Nic. H. E. II, 10] Οὐκ ἀγνοεῖν δὲ ἄξιον ὡς καὶ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Πιλᾶτον, κατὰ Γάϊον , οὗ τοὺς χρόνους διέξιμεν, τοσαύταις περιπεσεῖν κατέχει λόγος συμφοραῖς ὡς ἐξ ἀνάγκης αὐτοφονευτὴν ἑαυτοῦ καὶ τιμωρὸν αὐτόχειρα γενέσθαι, τῆς θείας, ὡς ἔοικε, δίκης οὐκ εἰς μακρὸν αὐτὸν μετελθούσης. ἱστοροῦσιν Ἑλλήνων οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαυτες.
[Nic. H. E. II, 11-12] Ἀλλὰ γὰρ Γάϊον οὐδ’ ὅλοις τέτταρσιν ἔτεσι τὴν ἀρχὴν διακατασχόντα Κλαύδιος αὐτοκράτωρ διαδέχεται. καθ’ ὃν λιμοῦ τὴν οἰκουμένην πιέσαντος , τοῦτο δὲ καὶ οἱ πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεἵς ταῖς αὐτῶν ἱστορίαις παρέδοσαν), ἡ κατὰ τὰς Πραξεῖς τῶν ἀποστόλων Ἀγά βου προφήτου περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν ἐφ’ ὅλην τὴν οἰκουμένην πέρας ἐλάμβανε πρόρρησις.
τὸν δὲ κατὰ Κλαύδιον λιμὸν ἐπισημηνάμενος ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς , ἱστορήσας τε ὡς ἄρα διὰ Παύλου καὶ Βαρνάβα οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ τοῖς κατὰ τὴν Ἰουδαίαν ἐξ ὧν ἕκαστος ηὐπόρει διαπεμψήμενοι ἦσαν ἐπιφέρει λέγων·
“ Κατ΄ ἐκεῖνον δὲ τὸν καιρὸν, δῆλον ὅτι ἐπὶ Κλαυδίου , ἐπέβαλεν ὁ βασιλεὺς Ἡρώδης τὰς χεῖρας, [*](21 Act. 2, 28. 29 Act. 12, 1.)
περὶ τούτου δ᾿ ὁ Κλήμης τοῦ Ἰακώβου καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡσὰν ἐκ παραδόσεως τῶν πρὸ αὐτοῦ φάσκων, ὅτι δὴ ὁ εἰσαγαγὼν αὐτὸν εἰς δικαστήριον, μαρτυρήσαντα ἰδὼν αὐτὸν, κινηθεὶς ὡμολόγησεν εἶναι καὶ αὐτὸς ἑαυτὸν Χριστιανόν.
συναπήχθησαν οὖν ἄμφω, φησὶ, καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγον σκεψάμενος “εἰρήνη σοι” εἶπε, καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν.
τὸ τηνικαῦτα δὲ, ὥς φησιν ἡ θεία γραφὴ, ἰδὼν ὁ Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ὅτι δὴ πρὸς ἡδονῆς εἴη τὸ πραχθὲν τοῖς Ἰουδαίοις, ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ὅσον οὔπω καὶ τὸν κατ᾿ αὐτοῦ φόνον ἐνήργησεν ἂν, εἰ μὴ διὰ θείας ἐπιφανείας ἐπιστάντος αὐτῷ νύκτωρ ἀγγέλου παραδόξως τῶν εἱργμῶν ἀπαλλαγεὶς ἐπὶ τὴν τοῦ κηρύγματος ἀφεῖτο διακονίαν. καὶ τὰ μὲν κατὰ Πέτρον οὕτως εἶχεν οἰκονομίας.