Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μέμνηται δὲ καὶ τούτων ὁ Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, κατὰ λέξιν ταῦτα γράφων “ καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίων τε, οἳ ἐνοικοῦσι, [*](5 A. I. XVIII, 6, 10. 29 A. I. XVIII, 8, 1.)

v.4.p.52
“καὶ Ἑλλήνων τρεῖς ἀφ’ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ “αἱρεθέντες παρῆσαν πρὸς τὸν Γάϊον.

καὶ “ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς “εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν, ἄλλα τε “λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· πάντων γοῦν, ὅσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν, βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἱδρυμένων, τά τε ἄλλα “ ἐν πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ “ ὄρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι.

πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος , ὑφ’ ὦν ἀρθῆναι ἤλπιζε τὸν Γάϊον καὶ εἰκὸς ἦν, Φίλων ὁ προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος, Ἀλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν, καὶ φιλο- “ σοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐκ ἀπολογίᾳ χωρεῖν “ τῶν κατηγορημένων.

διακλείει δ’ αὐτὸν Γάϊος, “ κελεύσας ἐκποδὼν ἀπελθεῖν, περιοργής τε ὢν φα- “νερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. ὁ δὲ Φίλων “ ἔξεισι περιυβρισμένος, καί φησι πρὸς τοὺς Ἴου δαί- “ους, οἱ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐοτ “ λόγῳ μὲν αὐτοῖς ὠργισμένου , ἔργῳ δὲ ἤδη τὸν θεὸν “ ἀντιπαρεξάγοντος.” ταῦτα ὁ Ἰώσηπος.

καὶ αὐτὸς δὲ ὁ Φίλων ἐν ἡ συνέγραψε πρεσβείᾳ τὰ κατὰ μέρος ἀκριβῶς τῶν τότε πραχθέντων αὐτῷ δηλοῖ, ὦν τὰ πλεῖστα παρεὶς ἐκεῖνα μόνα παραθήσομαι, δι’ ὧν τοῖς ἐντυγχάνουσι προφανὴς γενήσεται δήλωσις τῶν ἅμα τε καὶ οὐκ εἰς μακρὸν τῶν κατὰ τοῦ Χριστοῦ τετολμημένων ἕνεκεν Ἰουδαίοις συμβεβηκότων.

πρῶτον δὴ οὖν κατὰ Τιβέριον ἐπὶ μὲν τῆς Ῥωμαίων μ’ πόλεως ἱστορεῖ Σηιανὸν, τῶν τότε παρὰ βασιλεῖ τὰ [*](23 Phil. vol. 2. ῥ’. 17. 569.)

v.4.p.53
μέγιστα δυνάμενον, ἄρδην τὸ πᾶν ἔθνος ἀπολέσθαι σπουδὴν εἰσαγηοχέναι, ἐπὶ δὲ τῆς Ἰουδαίας Πιλᾶτον, καθ᾿ ὃν τὰ περὶ τὸν σωτῆρα τετόλμητο, περὶ τὸ ἐν Ἱεροσολύμοις ἔτι τότε συνεστὼς ἱερὸν ἐπιχειρήσαντά τι παρὰ τὸ Ἰουδαίοις ἐξὸν, τὰ μέγιστα αὐτοὺς ἀναταράξαι.

[Nic. Η. E. ΙΙ, 10] Μετὰ δὲ τὴν Τιβερίου τελευτὴν Γάϊον τὴν ἀρχὴν παρειληφότα πολλὰ μὲν εἰς πολλοὺς καὶ ἄλλα ἐνυβρίσαι, πάντων δὲ μάλιστα τὸ πᾶν Ἰουδαίων ἔθνος οὐ σμικρὰ καταβλάψαι· ἃ καὶ ἐν βραχεῖ πάρεστι διὰ τῶν αὐτοῦ καταμαθεῖν φωνῶν, ἐν αἷς κατὰ λέξιν ταῦτα γράφει

“τοσαύτη μὲν οὖν “τις ἡ τοῦ Γαΐου περὶ τὸ ἦθος ἦν ἀνωμαλία πρὸς “ἅπαντας, διαφερόντως δὲ πρὸς τὸ Ἰουδαίων γένος, “ᾧ χαλεπῶς ἀπεχθανόμενος τὰς μὲν ἐν ταῖς ἄλλαις “πόλεσι προσευχὰς, ἀπὸ τῶν κατ᾿ Ἀλεξάνδρειαν ἀρξά- “μενος, σφετερίζεται καταπλήσας εἰκόνων καὶ ἀνδρι- “άντων τῆς ἰδίας μορφῆς, (ὁ γὰρ ἑτέρων ἀνατιθέντων “ἐφιεὶς αὐτὸς ἱδρύετο δυνάμει), τὸν δ᾿ ἐν τῇ ἱερᾷ “πόλει νεὼν, ὃς λοιπὸν ἦν ἄψαυστος, ἀσυλίας ἠξιω- “μένος τῆς πάσης, μεθηρμόζετο καὶ μετεσχημάτιζεν “εἰς οἰκεῖον ἱερὸν, ἵνα Διὸς ἐπιφανοῦς νέου χρημα- “τίζῃ Γαΐου.”

μυρία μὲν οὖν ἄλλα δεινὰ καὶ πέρα πάσης διηγήσεως ὁ αὐτὸς κατὰ τὴν Ἀλεξάνδρειαν συμβεβηκότα Ἰουδαίοις ἐπὶ τοῦ δηλουμένου ἐν δευτέρῳ συγγράμματι ᾧ ἐπέγραψε “περὶ ἀρετῶν” ἱστορεῖ. συνᾴδει δ᾿ αὐτῷ καὶ ὁ Ἰώσηπος, ὁμοίως ἀπὸ τῶν Πιλάτου χρόνων καὶ τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένων τὰς κατὰ παντὸς τοῦ ἔθνους ἐνάρξασθαι σημαίνων συμφοράς.

ἄκουε δ᾿ οὖν οἷα καὶ [*](12 Philo vol. 2. p. 596.)

v.4.p.54
οὗτος ἐν δευτέρῳ τοῦ Ἰουδαϊκοῦ πολέμου αὐταῖς συλλαβαῖς δηλοῖ λέγων πεμφθεὶς δὲ εἰς Ἰουδαίαν ἐπί- “τροπος ὑπὸ Τιβερίου Πιλᾶτος νύκτωρ κεκαλυμμένας “ εἰς Ἱεροσόλυμα παρεισκομίζει τὰς Καίσαρος εἰκόνας· “ σημαῖαι καλοῦνται. τοῦτο μεθ’ ἡμέραν μεγίστην “ταραχὴν ἤγειρε τοῖς Ἰουδαίοις. οἱ γὰρ ἐγγὺς πρὸς “ τὴν ὄψιν ἐξεπλάγησαν, ὡς πεπατημένων αὐτοῖς τῶν νόμων. οὐδὲν γὰρ ἀξιοῦσιν ἐν τῇ πόλει δείκηλον “τίθεσθαι.’’

ταῦτα δὲ συγκρίνας τῇ τῶν εὐαγγελίων γραφῇ εἴσῃ ὡς οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν, ἣν ἔρρηξαν ἐπ’ αὐτοῦ Πιλάτου φωνὴν, δι’ ἧς οὐκ ἄλλον ἢ μόνον ἔχειν ἐπεβόων Καίσαρα βασιλέα

εἶτα δὲ καὶ ἄλλην ἐξῆς ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ μετελθεῖν αὐτοὺς συμφορὰν ἐντούτοις “ μετὰ δὲ ταῦτα 7 “ ἐτέραν ταραχὴν ἐκίνει, τὸν ἱερὸν θησαυρὸν, καλεῖ- “ ται δὲ κορβανᾶς, εἰς καταγωγὴν ὑδάτων ἐξαναλί- “ σκων. κατῄει δὲ ἀπὸ τριακοσίων σταδίων. πρὸς “ τοῦτο τοῦ πλήθους ἀγανάκτησις ἦν.

καὶ τοῦ Πι- “λάτου παρόντος εἰς Ἰεροσόλυμα περιστάντες τὸ βῆμα “ κατεβόων. ὁ δὲ προῄδει γὰρ αὐτῶν τὴν ταραχὴν) “ τῷ πλήθει τοὺς στρατιώτας ἐνόπλους, ἐσθῆσιν ἰδιω- “ τικαῖς κεκαλυμμένους ἐγκαταμίξας, καὶ ξίφει μὲν “ χρήσασθαι κωλύσας, ξύλοις δὲ παίειν τοὺς κεκρα- “γότας ἐγκελευσάμενος, σύνθημα δίδωσιν ἀπὸ τοῦ “ βήματος. τυπτόμενοι δὲ οἱ Ἰουδαῖοι πολλοὶ μὲν ἀπὸ “ τῶν πληγῶν, πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν ἐν τῇ φυγῇ “ καταπατηθέντες ἀπώλοντο, πρὸς δὲ τὴν συμφορὰν “ τῶν ἀνῃρημένων καταπλαγὲν τὸ πλῆθος ἐσιώπησεν.

ἐπὶ τούτοις μυρίας ἄλλας ἐν αὐτοῖς Ἱεροσολύμοις κεκινῆσθαι νεωτεροποιίας ὁ αὐτὸς ἐμφαίνει, παριστὰς [*](2 Ioseph. B. I. II, 9, 2 et 4.)

v.4.p.55
ὡς οὐδαμῶς ἐξ ἐκείνου διέλιπον τήν τε πόλιν καὶ τὴν Ἰουδαίαν ἅπασαν στάσεις καὶ πόλεμοι καὶ κακῶν ἐπάλληλοι μηχαναὶ, εἰσότε τὸ πανύστατον ἡ κατὰ Οὐεσπασιανὸν αὐτοὺς μετῆλθε πολιορκία. Ἰουδαίους μὲν οὖν, ὧν κατὰ τοῦ Χριστοῦ τετολμήκασι, ταύτῃ πη τὰ ἐκ τῆς θείας μετῄει δίκης.