Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. ιι, 8] Οὕτω δῆτα οὐρανίῳ δυνάμει καὶ συνεργίᾳ ἀθρόως οἷά τις ἡλίου βολὴ τὴν σύμπασαν οἰκουμένην ὁ σωτήριος κατηύγαζε λόγος, αὐτίκα ταῖς θείαις ἑπομένως γραφαῖς ἐπὶ πᾶσαν προῄει τὴν γῆν ὁ φθόγγος τῶν θεσπεσίων εὐαγγελιστῶν τε αὐτοῦ καὶ ἀποστόλων , καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
καὶ δῆτα ἀνὰ πάσας τὰς πόλεις τε καὶ κώμας , πληθυούσης ἅλωνος δίκην, μυρίανδροι καὶ παμπληθεῖς ἀθρόως ἐκκλησίαι συνειστηκεσαν, οἴ τε ἐκ προγόνων διαδοχῆς καὶ τῆς ἀνέ- [*](24 Psalm. 19, 5.)
ἀλλὰ γὰρ τῆς χάριτος ἤδη τῆς θείας καὶ ἐπὶ τὰ λοιπὰ χεομένης ἔθνη, καὶ πρώτου μὲν κατὰ τὴν Παλαιστινῶν Καισάρειαν Κορνηλίου σὺν ὅλῳ τῷ οἴκῳ δι᾿ ἐπιφανείας θειοτέρας ὑπουργίας τε Πέτρου τὴν εἰς τὸν Χριστὸν πίστιν καταδεξαμένου, πλείστων τε καὶ ἄλλων ἐπ᾿ Ἀντιοχείας Ἑλλήνων, οἷς οἱ κατὰ τὸν Στεφάνου διωγμὸν διασπαρέντες ἐκήρυξαν, ἀνθούσης ἄρτι καὶ πληθυούσης τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας, ἐν ταὐτῷ τε ἐπιπαρόντων πλείστων ὅσων τῶν τε ἀπὸ Ἱεροσολύμων προφητῶν, καὶ σὺν αὐτοῖς Βαρνάβα καὶ Παύλου, ἑτέρου τε πλήθους ἐπὶ τούτοις ἀδελφῶν, ἡ Χριστιανῶν προσηγορία τότε πρῶτον αὐτόθι ὥσπερ ἀπ᾿ εὐθαλοῦς καὶ γονίμου πηγῆς ἀναδίδοται.
καὶ Ἄγαβος μὲν, εἷς τῶν συνóντων αὐτοῖς προφητῶν, περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν προθεσπίζει, Παῦλος δὲ καὶ Βαρνάβας ἐξυπηρετησόμενοι τῇ τῶν ἀδελφῶν παραπέμπονται διακονίᾳ.
[Nic. H. E. II, 9] Τιβέριος μὲν οὖν ἀμφὶ τὰ δύο καὶ εἴκοσι βασιλεύσας ἔτη τελευτᾷ, μετὰ δὲ τοῦτον Γάϊος τὴν ἡγεμονίαν παραλαβὼν αὐτίκα τῆς Ἰουδαίων ἀρχῆς Ἀγρίππᾳ τὸ διάδημα περιτίθησιν, βασιλέα καταστήσας αὐτὸν τῆς τεΦιλίππου καὶ τῆς Λυσα-
κατὰ δὴ τοῦτον Φίλων ἐγνωρίζετο, πλείστοις ἀνὴρ οὐ μόνον τῶν ἡμετέρων, ἀλλὰ καὶ τῶν ἀπὸ τῆς ἔξωθεν ὁρμωμένων παιδείας ἐπισημότατος. τὸ μὲν οὖν γένος ἀνέκαθεν Ἑβραῖος ἦν, τῶν δ’ ἐπ’ Ἀλεξανδρείας ἐν τέλει διαφανῶν οὐδενὸς χείρων.