Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ δ’ αὐτὸς καὶ τὸν θάνατον αὐτοῦ ἐν εἰκοστῷ τῆς ἀρχαιολογίας δηλοῖ διὰ τούτων· πέμπει [*](31 loseph. A. I. XX, 9, 1.)

v.4.p.80
“ δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον , Φή- “ στου τὴν τελευτὴν πυθόμενος. ὁ δὲ παρειληφέναι, “ νος, ὃν τὴν ἀρχιερωσύνην εἴπαμεν παρειληφέναι, “θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως, “ αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων , οἵπερ εἰσὶ περὶ “ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους , κα- “ θὼς ἤδη δεδηλώκαμεν.

ἅτε δὴ οὖν τοιοῦτος ὢν “ ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον , διὰ τὸ “τεθνάναι μὲν Φῆστον, Ἀλβῖνον δὲ ἔτι κατὰ τὴν ὁδὸν “ ὑπάρχειν, καθίζει συνέδριον κριτῶν, καὶ παραγαγὼν “ εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγομένου, “ Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους , ὡς παρανο- “ μησάντων κατηγορίαν ποιησάμενος παρέδωκε λευ- “ σθησομένους.

ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν “κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκρι- “ βεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς “ τὸν βασιλέα κρύφα, παρακαλοῦντες αὐτὸν ἐπιστ εἶλαι “ τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράσσειν· μηδὲ γὰρ τὸ “ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι.

τινὲς δὲ αὐτόν καὶ “τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας “ ὁδοιποροῦντα, καὶ διδάσκουσιν ὡς οὐκ ἐξὸν ἢν Ἀνάνῳ “χωρὶς τῆς αὐτοῦ γνώμης καθίσαι συνέδριον. “ Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει με “ ὀργῆς τῷ Ἀνάνῳ, λήψεσθαι παρ’ αὐτοῦ δίκας ἄπει “λῶν. λῶν. καὶ ὁ βασιλεὺς δὲ Ἀγρίππας διὰ τοῦτο τ’ “ ἀρχιερωσύνην ἀφελόμενος αὐτοῦ ἄρξαντος μῆνα ‘τρεῖς , Ἰησοῦν τὸν τοῦ Δαμμαίου κατἐστησεν.’’ τὸ αὐτὰ καὶ τὰ κατὰ Ἰάκωβον, οὗ ἡ πρώτη τῶν ὀνομαζομένων καθολικῶν ἐπιστολῶν εἶναι λέγεται.

ἰστέον δὲ ὡς νοθεύεται μὲν , οὐ πολλοὶ γοῦν τῶν παλαιῶν αὐτῆς ἐμνημόνουσαν , ὡς οὐδὲ τῆς λεγομένης Ἰούδα μιᾶς καὶ αὐτῆς οὔσης τῶν ἑπτὰ λεγομένων καθολικῷ

v.4.p.81
ὅμως δ’ ἴσμεν καὶ ταύτας μετὰ τῶν λοιπῶν ἐν πλείσταις δεδημοσιευμένας ἐκκλησίαις.

[Nic. H. E. II, 15] Νέρωνος δὲ ὄγδοον ἄγοντος τῆς βασιλείας ἔτος πρῶτος μετὰ Μάρκον τὸν εὐαγγελιστὴν τῆς ἐν Ἀλεξανδρείᾳ παροικίας Ἀννιανὸς τὴν λειτουργίαν διαδέχεται.

[Nic. H. E. ΙΙ, 34 — 37] Κραταιουμένης δὲ ἤδη τῷ Νέρωνι τῆς ἀρχῆς , εἰς ἀνοσίους ἐξοκείλας ἐπιτηδεύσεις κατ’ αὐτῆς ὡπλίζετο τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας. γράφειν μὲν οὑν οἶός τις οὑτος γεγένηται τὴν μοχθηρίαν οὐ τῆς παρούσης γένοιτ΄ ἂν σχολῆς.

πολλῶν γε μὴν τὰ κατ’ αὐτὸν ἀκριβεστάταις παραδεδωκότων διηγήσεσι, πάρεστιν ὅτῳ φίλον ἐξ αὐτῶν τὴν σκαιότητα τῆς τἀνδρὸς ἐκτόπου καταθεωρῆσαι μανίας , καθ’ ἣν, οὐ μετὰ λογισμοῦ, μυρίων ὅσων ἀπωλείας διεξελθὼν ἐπὶ τοσαύτην ἤλασε μιαιφονίαν ὡς μηδὲ τῶν οἰκειοτάτων τε καὶ φιλτάτων ἐπισχεῖν, μητέρα δὲ ὁμοίως καὶ ἀδελφοὺς καὶ γυναῖκα σὺν καὶ ἄλλοις μυρίοις τῷ γένει προσήκουσι τρόπον ἐχθρῶν καὶ πολεμίων ποικίλαις θανάτων ἰδέαις διαχρήσασθαι.

ἐνέδει δὲ ἄρα τοῖς πᾶσι καὶ τοῦτ’ ἐπιγραφῆναι αὐτῷ , ὡς ἂν πρῶτος αὐτοκρατόρων τῆς εἰς τὸ θεῖον εὐσεβείας πολέμιος ἀναδειχθείη.

τούτου δὲ πάλιν ὁ Ῥωμαῖος Τερτυλλιανὸς ὧδέ πως λέγων μνημονεύει “ ἐντύχετε τοῖς “ὑπομνήμασιν ὑμῶν. ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν “πάσαν ὑποτάξας ὠμὸς ἦν εἰς πάντας , διώξαντα. “τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυχώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται, ὡς οὐκ “ἂν, εἰ μὴ μέγα τι ἀγαθὸν ἦν , ὑπὸ Νέρωνος κατακριθῆναι.“

ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς

v.4.p.82
μάλιστα πρῶτος ἀνακηρυχθεὶς ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφαγάς. Παῦλος δὴ οὑν ἐπ’ αὐτῆς Ῥώμης τὴν κεφαλὴν ἀποτμηθῆναι, καὶ Πέτρος ὡσαύτως ἀνασκολιπισθῆναι κατ’ αὐτὸν ἱστοροῦνται. καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Πέτρου καὶ Παύλου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόσρησις.

οὐδὲν δ’ ἧττον καὶ ἐκκλησιαστικὸς ἀνὴρ, Γάϊος ὀνόματι, κατὰ Ζεφυρῖνον Ῥωμαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προϊσταμένῳ γνώμης ἐγγράφως διαλεχθεὶς αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων, ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ σκηνώματα κατατέθειται , φησίν “ἐγὼ δὲ τὰ “τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι.

ἐὰν γὰρ θελή- “ σῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανὸν , ἢ ἐπὶ τὴν ὁδὸν “τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυ- “ σαμἐνων τὴν ἐκκλησίαν. ”

ὡς δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν , Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν ὧδέ πως παρίστησιν “ ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας “τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν “ Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ “ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν· ὁμοίως δὲ καὶ εἰς τὴν Ἰτο “ λίαν ὁμόσε διδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτ’ “ καιρόν.’ καὶ ταῦτα δὲ, ὡς ἂν ἔτι μᾶλλον πιστωθε τὰ τῆς ἱστορίας.

[Nic. H. E. III, 3,] Αὖθις δ’ ὁ Ἰώση(??) πλεῖστα ὅσα περὶ τῆς τὸ πᾶν Ἰουδαίων ἔθνος κατ’ λαβούσης διελθὼν συμφορᾶς δηλοῖ κατὰ λέξιν , ἑ πλείστοις ἄλλοις μυρίους ὅσους τῶν παρὰ Ἰουδαῖοι [*](29 loseph. B. I. II, 14, 9.)

v.4.p.83
τετιμημένων μάστιξιν αἰκισθέντας έν αὐτῇ τῇ Ἱερουσαλὴμ ἀνασταυρωθῆναι ὑπὸ Φλώρου. τοῦτον δὲ εἷναι τῆς Ἰουδαίας ἐπίτροπον , ὁπηνίκα τὴν ἀρχὴν ἀναρριπισθῆναι τοῦ πολέμου, ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας, συνέβη.

εἶτα δὲ καὶ καθ’ ὅλην τὴν Συρίαν ἐπὶ τῇ τῶν Ἰουδαίων ἀποστάσει δεινήν φησι κατειληφέναι ταραχὴν , πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν ἐνοίκων ὡσὰν πολεμίων ἀνηλεῶς πορθουμένων , ὥστε ὁρᾶν τὰς πόλεις μεστὰς ἀτάφων σωμάτων, καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους , γύναιά τε μηδὲ τῆς ἐπ’ αἰδοῖ σκέπης μετειληφότα, καὶ πᾶσαν μὲν τὴν ἐπάρχιον μεστὴν ἀδιηγήτων συμφορῶν , μείζονα δὲ τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνά- τασιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν.

[Nic. H. E. II, 39 –44. III, 1] Τὰ μὲν δὴ κατὰ Ἰουδαίους ἐν τούτοις ἦν. τῶν δὲ ἱερόν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ’ ἅπασαν κατασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει , τὴν Παρθίαν εἴληχεν , Ἀνδρέας δὲ τὴν Σκυθίαν, Ἰωάννης τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσω τελευτᾷ.

Πέτρος δὲ ἐν Πόντῳ καὶ Γαλατία καὶ Βιθυνία Καππαδοκία τε καὶ Ἀσία κεκηρυχέναι τοῖς ἐν διασπορᾷ Ἰουδαίοις ἔοικεν· ὃς [*](7 loseph. B. I. 11, 18, 2.)

v.4.p.84
καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν.

τί δεῖ περὶ Παύλου λέγειν , ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον τοὐ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος ; ταῦτα Ὠριγένει κατὰ λέξιν ἐν τρίτῳ τόμῳ τῶν εἰς τὴν Γένεσιν ἐξηγητικῶν εἴρηται.

[Nic. H. E. III, 2] Τῆς δὲ Ῥωμαίων ἐκκλησίας μετὰ τὴν Παύλου καὶ Πέτρου μαρτυρίαν πρῶτος κληροῦται τὴν ἐπισκοπὴν Λίνος. μνημονεύει τούτου Τιμοθέῳ γράφων ἀπὸ Ῥώμης ὁ Παῦλος κατὰ τὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς πρόσρησιν.