Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ “πλανᾶσθαι. καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθό “μεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, “ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς καὶ ᾖ εὐάκουστά σου τὰ “ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνελη- “λύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν.

“ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρι- “σαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ “ἔκραξαν αὐτῷ καὶ εἶπαν, δίκαιε, ᾧ πάντες πείθε- “σθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ “τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ “Ἰησοῦ.

καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ, τί με ἐπε- “ρωτᾶτε περὶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ ἀνθρώπου; καὶ αὐ- “τὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης “δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν “τοῦ οὐρανοῦ.

καὶ πολλῶν πληροφορηθέντων, “καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ “λεγόντων ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, τότε πάλιν οἱ αὐ- “τοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον, “κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες “τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες καταβάλωμεν αὐτὸν, ἵνα “φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ.

καὶ ἔκραξαν “λέγοντες, ὢ ὢ, καὶ ὁ δίκαιος ἐπλανήθη. καὶ ἐπλή- “ρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην· “ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοί- “νυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.