Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς μιγνυμένους τῷ πλή- θει, καὶ ταῖς ἐσθῆσιν ὑποκρύπτοντας μικρὰ ξιφίδια, τούτοις νύττειν τοὺς διαφόρους· ἔπειτα πεσόντων, μέρος γίνεσθαι τῶν ἐπαγανακτούντων αὐτοὺς τοὺς πεφονευκότας· διὸ καὶ παντάπασιν ὑπ’ ἀξιοπιστίας ἀνευρέτους γενέσθαι.

πρῶτον μὲν οὑν ὑπ’ αὐτῶν Ἰωνάθην τὸν ἀρχιερέα κατασφαγῆναι, μετὰ δ’ αὐτὸν καθ’ ἡμέραν ἀναιρεῖσθαι πολλοὺς , καὶ τῶν συμφορῶν τὸν φόβον εἷναι χαλεπώτερον, ἑκάστου καθάπερ ἐν πολέμῳ καθ’ ὥραν τὸν θάνατον προσδεχομένου.”