Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
πάλιν δὲ ὁ αὐτὸς συγγραφεὺς κατὰ τοὺς αὐτοὺς χρόνους ἐν Ἱεροσολύμοις ὑποφυῆναι λῃστῶν τι εἶδος ἱστορεῖ, οἳ ‘μεθ’ ἡμέραν ὥς φησι “ καὶ ἐν μέσῃ τῇ πόλει ἐφόνευον τοὺς συναντῶντας.
μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς μιγνυμένους τῷ πλή- θει, καὶ ταῖς ἐσθῆσιν ὑποκρύπτοντας μικρὰ ξιφίδια, τούτοις νύττειν τοὺς διαφόρους· ἔπειτα πεσόντων, μέρος γίνεσθαι τῶν ἐπαγανακτούντων αὐτοὺς τοὺς πεφονευκότας· διὸ καὶ παντάπασιν ὑπ’ ἀξιοπιστίας ἀνευρέτους γενέσθαι.
πρῶτον μὲν οὑν ὑπ’ αὐτῶν Ἰωνάθην τὸν ἀρχιερέα κατασφαγῆναι, μετὰ δ’ αὐτὸν καθ’ ἡμέραν ἀναιρεῖσθαι πολλοὺς , καὶ τῶν συμφορῶν τὸν φόβον εἷναι χαλεπώτερον, ἑκάστου καθάπερ ἐν πολέμῳ καθ’ ὥραν τὸν θάνατον προσδεχομένου.”