Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
“ ἐξά- “πτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς ‘καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολύμων, ‘ ἕκαστός τε αὐτῶν, στῖφος ἀνθρώπων τῶν θρασυ- ‘τάτων καὶ νεωτεριστῶν ἑαυτῷ ποιήσας , ἡγεμὼν ἦν. ‘καὶ συρράσσοντες ἐκακολόγουν τε ἀλλήλους καὶ λί- “θοις ἔβαλλον. ὁ δ’ ἐπιπλήξων ἦν οὐδὲ εἷς, ἀλλ’ ὡς [*](3 Act. 18, 2. 12 loseph. A. I. XX, 5, 3. B. Ι. II, 12, 1. 22 loseph. A. I. XX, 8, 8.)
τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναί- “ δεια καὶ τόλμα ὥστε ἐκπέμπειν δούλους ἐτόλμων “ ἐπὶ τὰς ἅλωνας, τοὺς ληψομένους τὰς τοῖς ἱερεῦσιν “ὀφειλομένας δεκάτας. καὶ συνέβαινε τοὺς ἀπορου- “ μένους τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπολλυμένους θεω- “ οὕτως ἐκράτει τοῦ δικαίου παντὸς ἡ τῶν στα- “ σιαζόντων βία. ”
πάλιν δὲ ὁ αὐτὸς συγγραφεὺς κατὰ τοὺς αὐτοὺς χρόνους ἐν Ἱεροσολύμοις ὑποφυῆναι λῃστῶν τι εἶδος ἱστορεῖ, οἳ ‘μεθ’ ἡμέραν ὥς φησι “ καὶ ἐν μέσῃ τῇ πόλει ἐφόνευον τοὺς συναντῶντας.
μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς μιγνυμένους τῷ πλή- θει, καὶ ταῖς ἐσθῆσιν ὑποκρύπτοντας μικρὰ ξιφίδια, τούτοις νύττειν τοὺς διαφόρους· ἔπειτα πεσόντων, μέρος γίνεσθαι τῶν ἐπαγανακτούντων αὐτοὺς τοὺς πεφονευκότας· διὸ καὶ παντάπασιν ὑπ’ ἀξιοπιστίας ἀνευρέτους γενέσθαι.
πρῶτον μὲν οὑν ὑπ’ αὐτῶν Ἰωνάθην τὸν ἀρχιερέα κατασφαγῆναι, μετὰ δ’ αὐτὸν καθ’ ἡμέραν ἀναιρεῖσθαι πολλοὺς , καὶ τῶν συμφορῶν τὸν φόβον εἷναι χαλεπώτερον, ἑκάστου καθάπερ ἐν πολέμῳ καθ’ ὥραν τὸν θάνατον προσδεχομένου.”
[Nic. H. E. II, 26] Ἑξῆς δὲ τούτοις ἐπιφέρει μεθ’ ἕτερα λέγων μείζονι δὲ τούτων πληγῇ Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος ψευδοπροφήτης. παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης , καὶ “ προφήτου πίστιν ἐπιθεὶς ἑαυτῷ, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων , περιαγαγὼν δ’ αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ ἐλαιῶν καλούμενον ὅρος ἐκεῖθεν οἶός τε ἦν εἰς Ἱεροσόλυμα παρελθεῖν βιάζεσθαι, καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννεῖν , χρώμενος τοῖς συνεισπεσοῦσι [*](9 loseph. B. I. II, 13, 3. 23 loseph. B. I. II, 13, 5.)
φθάνει δ’ αὐτοῦ τὴν ὁρμὴν Φῆλιξ, “ὑπαντήσας μετὰ τῶν Ῥωμαϊκῶν ὁπλιτῶν. καὶ πᾶς “ ὁ δῆμος συνεφήψατο τῆς ἀμύνῃς, ὥστε συμβολῆς “γενομένης τὸν μὲν Αἰγύπτιον φυγεῖν μετ’ ὀλίγων, “ διαφθαρῆναι δὲ καὶ ζωγρηθῆναι πλείστους τῶν σὺν
ταῦτα ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν ὁ Ἰώσηπος· ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. ἔνθα τὰ κατὰ Φήλικα πρὸς τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῷ Παύλῳ , ὁπηνίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων πλῆθος· οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν ἐν τῇ ἐρήμῳ τοὺς τετρα- κισχιλίους ἄνδρας τῶν σικαρίων;’’ ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα.