Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἐὰν μὴ ἀνθρώπῳ θεὸς ἀρέσῃ, θεὸς οὐ γίνεται. οὕτως κατά γε τοῦτο ἄνθρωπον θεῷ ἵλεων εἶναι προσήκει.

Τιβέριος οὖν ἐφ’ οὑ τὸ τῶν Χριστιανῶν ὄνομα εἰς τὸν κόσμον εἰσελήλυθεν, ἀγγελθέντος αὐτῷ ἐκ Παλαιστίνης τοῦ δόγματος τούτου, ἔνθα πρῶτον ἤρξατο, τῇσυγκλήτῳ ἀνεκοινώσατο, δῆλος ὢν ἐκείνοις ὡς τῷ δόγματι ἀρέσκεται. ἡ δὲ δὲσύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, ἀπώσατο· ὁδὲ ἐν τῇ αὐτοῦ ἀποφάς εἰ ἔμεινεν, ἀπειλήσας θάνατον τοῖς τῶν Χριστιανῶν κατ’ ηγόροις,’’ τῆς οὐρανίου προνοίας κατ’ οἰκονομίαν τοῦτ’ αὐτῶ πρὸς νοῦν βαλλομένης, ὡς ἂν ἀπαραποδίστως ἀρχὰς ἔχων ὁ του εὐαγγελίου λόγος πανταχόσε γῆς διαδράμοι.

[Nic. H. E. ιι, 8] Οὕτω δῆτα οὐρανίῳ δυνάμει καὶ συνεργίᾳ ἀθρόως οἷά τις ἡλίου βολὴ τὴν σύμπασαν οἰκουμένην ὁ σωτήριος κατηύγαζε λόγος, αὐτίκα ταῖς θείαις ἑπομένως γραφαῖς ἐπὶ πᾶσαν προῄει τὴν γῆν ὁ φθόγγος τῶν θεσπεσίων εὐαγγελιστῶν τε αὐτοῦ καὶ ἀποστόλων , καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.