Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

πρὸς τούτοις ἅπασι καὶ μονόβιβλα αὐτοῦ φέρεται, ὡς τὸ περὶ προνοίας , καὶ ὁ περὶ Ἰουδαίων αὐτῷ συνταχθεὶς λόγος , καὶ ὁ πολιτικός· ἔτι τε ὁ Ἀλέξανδρος , ἢ περὶ τοῦ λόγον ἔχειν τὰ ἄλογα ζῷα. ἐπὶ τούτοις ὁ περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον , ᾧ ἑξῆς ἐστιν ὁ περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι.

μεθ’ οὓς συντέτακται αὐτῷ ὁ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν , ἐξ οὗ τὰ περὶ τοῦ βίου τῶν ἀποστολικῶν ἀνδρῶν διεληλύθαμεν· καὶ τῶν ἐν νόμῳ δὲ καὶ προφήταις Ἑβραϊκῶν ὀνομάτων αἶ ἑρμηνεῖαι τοῦ αὐτοῦ σπουδαὶ εἶναι λέγονται.

οὗτος μὲν οὖν κατὰ Γάϊον ἐπὶ τῆς Ῥώμης ἀφικόμενος τὰ περὶ τῆς Γαΐου θεοστυγίας αὐτῷ γραφέντα, ἃ μετὰ ἤθους καὶ εἰρωνείας περὶ ἀρετῶν ἐπέγραψεν, ἐπὶ πάσης λέγεται τῆς Ῥωμαίων συγκλήτου κατὰ Κλαύδιον διελθεῖν, ὡς καὶ τῆς ἐν βιβλιοθήκαις ἀναθέσεως θαυμασθέντας αὐτοῦ καταξιωθῆναι τοὺς λόγους.