Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων ταῦτα περὶ αὐτῶν οὕτω “πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος· ἔδυ γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον. πλεονάζει δ’ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νομῶν , καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.
οἱ δὲ πανταχόθεν ἄριστοι, καθάπερ εἰς πατρίδα θεραπευτῶν , ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μάριας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.’
εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται , μηδὲν εἰσκομίζοντες , μὴ ποτὸν, μὴ σιτίον , μηδέ τι τόν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους, καὶ τἄλλα οἶς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦν- ται.’
καὶ μεθ’ ἕτερά φησι “ τὸ δ’ ἐξ ἑωθινοῦ “ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκη- [*](4 Act. 4, 34. 10 Phil. vol. 2. p. 474. 475.)
“ ἔστι δ’ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, “ οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι πολλὰ “ μνημεῖαδ τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, “ οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον.
ταῦτα μὲν ἔοικεν εἰρῆσθαι τῷ ἀνδρὶ, τὰς ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς. τάχα δ’ εἰκὸς, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, τά τε εὐαγγέλια καὶ τὰς τῶν ἀποστόλων γραφὰς , διηγήσεις τέ τινας κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἐρμηνευγικὰς, ὁποίας ἥ τε πρὸς Ἑβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαὶ, ταῦτ’ εἷναι.
εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει “ ὥστ’ οὐ θεωροῦσι μόνον, “ ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ῥυθμοῖς σεμνο- ‘τέροις ἀναγκαίως χαράσσοντες.’’
πολλὰ μὲν οὖν καὶ ἄλλα, περὶ ὧν ὁ λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται.
εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κἂν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον,
εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. γράφει γὰρ ὧδε “ ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον [*](18 Philo vol. 2. p. 476.)