Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
πρῶτόν γέ τοι τὸ μηδὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν· ἐν οἷς ἱστορήσειν ἔμελλεν ἀπισχυρισάψενος, ἐν ᾧ ἐπέγραψε λόγῳ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησι τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως · ἤτοι γὰρ παρὰ τὸ τὰς ψυχὰς τῦν προσιόντων αὐτοῖς τῶν ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρὰς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα.
εἴτ’ οὑν ἐξ ἑαυτοῦ ταύτην αὐτοῖς ἐπιτέθειται τὴν προσηγορίαν, οἰκείως ἐπιγράψας τῷ τρόπῳ τῶν ἀνδρῶν τοὔνομα, εἴτε καὶ ὄντως τοῦτ’ αὐτοὺς ἐκάλουν κατ’ ἀρχὰς οἱ πρῶτοι, μηδαμῶς πω τῆς Χριστιανῶν προσρήσεως ἀνὰ πάντα τόπον ἐπιπεφημισμένης, οὔ τί πω διατείνεσθαι ἀναγκαῖον.