Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. II, 15] Τοῦτον δὲ τὸν Μάρκον πρῶτόν φασιν ἐπὶ τῆς Αἰγύπτου στειλάμενον τὸ εὐαγ- γέλιον ὃ δή καὶ συνεγράψατο κηρῦξαι, ἐκκλησίας τε πρῶτον ἐπ᾿ αὐτῆς ᾿Αλεξανδρείας συστήσασθαι.
το- σαύτη δ᾿ ἄρα τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέ- στη, δι᾿ ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ γραφῆς αὐτῶν ἀξιῶσαι τὰς διατριβὰς καὶ τὰς συνηλύσεις, τά τε συμπόσια καὶ τὴν ἄλλην πᾶσαν τοῦ βίου ἀγωγὴν τὸν Φίλωνα.