Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 11] Ἐπεὶ δὲ πάλιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν εἰσάγει τὸν Γαμαλιήλ ἐν τῇ περὶ τῶν ἀποστόλων σκέψει λέγοντα ὡς ἄρα κατὰ τὸν δηλούμενον χρόνον ἀνέστη Θευδᾶς, λέγων ἑαυτὸν εἷναι τινὰ, ὃς κατελύθη, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διελύθησαν, φέρε καὶ τὴν περὶ τούτου παραθώμεθα τοῦ Ἰωσήπου γραφήν.

ἱστορεῖ τοίνυν αὖθις κατὰ τὸν ἀρτίως δεδηλωμένον αὐτοῦ λόγον αὐτὰ δὴ ταῦτα κατὰ λέξιν “ Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης “ τις ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν πλεῖστον ὄχλον “ ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην “ποταμὸν αὐτῷ. προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔφη παρέ- “ ξειν αὐτοῖς ῥᾳδίαν. καὶ ταῦτα λέγων πολλοὺς ἠπά- “ τησεν.

οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνα- ‘σθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ‘ἥτις ἀπροσδόκητος ἐπιπεσοῦσα πολλοὺς μὲν ἀνεῖλε, “πολλοὺς δὲ ζῶντας ἔλαβεν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες ἀποτέμνουσι τὴν κεφαλὴν καὶ κομίζου- “ σιν εἰς Ἱεροσόλυμα.’’ τούτοις ἑξῇ καὶ τοῦ κατὰ Κλαύδιον λιμοῦ γενομένου μνημονεύει ὧδέ πως·

[Nic. H. E. ΙΙ, 11] “Ἐπὶ τούτοις δὲ καὶ τὸν ‘μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθ’ ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου διένειμε τοῖς “ ἀπορουμένοις.’’

σύμφωνα δ’ ἂν εὕροις καὶ ταῦτα τῇ τῶν Πραξέων τῶν ἀποστόλων γραφῇ, περιεχούσῃ [*](3 Act. 5, 36. 11 loseph. A. I. XX, 5, 1. 24 loseph. A. I. XX, 5, 2. 29 Act. 11, 29.)

v.4.p.60
ὡς ἄρα τῶν κατὰ τὴν Ἀντιόχειαν μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος εἰς διακονίαν ἀποστεῖλαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ · ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσ βυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Παύλου.

τῆς γέ τοι Ἑλένης, ἧς δὴ καὶ ὁ συγγραφεὺς ἐποιήσατο μνήμην, εἰσ’ έτι νῦν στῆλαι διαφανεῖς ἐν προαστείοις δείκνυνται τῆς νῦν Αἰλίας. τοῦ δὲ Ἀδιαβηνῶν ἔθνους αὕτη βασιλεῦσαι ε΄λέγετο.

[Nic. H. E. II, 14-27. Eus. infi a IV, 21] Ἀλλὰ γὰρ τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς πάντας ἀνθρώπους ἤδη διαδεδομένης πίστεως ὁ τῆς ἀνθρώπων πολέμιος σωτηρίας, τὴν βασιλεύουσαν προαρπάσασθαι πόλιν μηχανώμενος, ἐνταῦθα Σίμωνα τὸν πρόσθεν δεδηλωμένον ἄγει, καὶ δὴ ταῖς ἐντέχνοις τἀνδρὸς συναιρόμενος γοητείαις πλείους τῶν τὴν Ῥώμην οἰκούντων ἐπὶ τὴν πλάνην σφετερίζεται.

δηλοῖ δὲ τοῦτο μετ’ οὐ πολὺ τῶν ἀποστόλων ἐν τῷ καθ’ ἡμὰς διαπρέψας λόγῳ Ἰουστῖνος, περὶ οὗ τὰ προσήκοντα κατὰ καιρὸν παραθήσομαι. καί μοι λαβὼν ἀνάγνωθι τοῦδε τὴν γραφὴν, ἣν ἐν τῇ προτέρᾳ πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ὧδέ φησιν

“ καὶ ‘’μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλ- “λοντο οἱ δαίμονες ἀνθρώπους τινὰς, λέγοντας ἐαυ- “τοῦς εἶναι θεοὺς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ’ “ ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν· Σίμωνα μέν “ τινα Σαμαρέα τὸν ἀπὸ κώμης λεγομένης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων “ δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐπὶ τῇ ‘πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη, καὶ [*](19 lustin. Apol. I. c. 26.)

v.4.p.61
“ἀνδριάντι παρ’ ὑμῖν ὡς θεὸς τετίμηται , ἐν τῷ Τι- “ βέρει ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων Ῥω “ μαϊκὴν ἐπιγραφὴν ταύτην· SIMONI DEO SANCTO, ” ὅπερ ἐστὶ Σίμωνι θεῷ ἁγίῳ.

“ καὶ σχεδὸν μὲν “πάντες Σαμαρεῖς , ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνε- “ σιν, ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες “προσκυνοῦσι. καὶ Ἑλένην τινὰ, τὴν συμπερινο- “ στήσασαν αὐτῷ κατ’ ἐκεῖνο καιροῦ, πρότερον ἐπὶ “τέγους σταθεῖσαν ἐν Τυρῷ τῆς Φοινίκης , τὴν ἀπ’ αὐτοῦ πρώτην ἔννοιαν λἐγουσιν.’’