Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τηνικαῦτα καὶ Παῦ- λος ἐλυμαίνετο εἰσέτι καὶ τότε τὴν ἐκκλησίαν, κατ᾿ οἴκους τῶν πιστῶν εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας καὶ εἰς φυλακὴν παραδιδούς.

ἀλλὰ καὶ Φίλιππος, εἷς τῶν ἅμα Στεφάωῳ προχειρισθέν- των εἰς τὴν διακονίαν, ἐν τοῖς διασπαρεῖσι γενόμε- νος, κάτεισιν εἰς τὴν Σαμάρειαν, θείας τε ἔμπλεως ὢν δυνάμεως κηρύττει πρῶτος τοῖς αὐτόθι τὸν λόγον. [*](15 Act. 11, 19.)

v.4.p.47
τοσαύτη δ’ αὐτῷ θεία συνήργει χάρις ὡς καὶ Σίμωνα τὸν μάγον μετὰ πλείστων ὅσων τοῖς αὐτοῦ λόγοις ἑγχθῆναι

ἐπὶ τοσοῦτον δ’ ὁ Σίμων βεβοημένος κατ’ εκεῖνο καιροῦ τῶν ἠπατημένων ἐκράτει γοητείᾳ ὡς τὴν μεγάλην αὐτὸν ἡγεῖσθαι εἶναι δύναμιν τοῦ θεοῦ. τότε δ’ οὖν καὶ οὕτος τὰς ὑπὸ τοῦ Φιλίππου δυνάμει θείᾳ τελουμένας καταπλαγεὶς παραδοξοποιίας παραδύεται, καὶ μέχρι λουτροῦ τὴν εἰς Χριστὸν πίστιν καθυποκρίνεται.

ὃ καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τῶν ἔτι καὶ νῦν τὴν ἀπ’ ἐκείνου μιαρωτάτην μετιόντων αἵρεσιν, οἱ τῇ τοῦ σφῶν προπάτορος μεθόδῳ τὴν ἐκκλησίαν λοιμώδους καὶ ψωραλέας νόσου δίκην ὑποδυόμενοι τὰ μέγιστα λυμαίνονται τοὺς οἶς ἐναπομάξασθαι οἷοί τε ἂν εἶεν τὸν ἐν αὐτοῖς ἀποκεκρυμμένον δυσαλθῆ καὶ χαλεπὸν ἰόν. ἤδη γέ τοι πλείους τούτων ἀπεώσθησαν , ὁποῖοί τινες ἦσαν τὴν μοχθηρίαν ἁλόντες, ὥσπερ οὖν καὶ ὁ Σίμων αὐτὸς πρὸς τοῦ Πέτρου καταφωραθεὶς ὃς ἣν τὴν προσήκουσαν ἔτισε τιμωρίαν.