Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἐπὶ τοσοῦτον δ’ ὁ Σίμων βεβοημένος κατ’ εκεῖνο καιροῦ τῶν ἠπατημένων ἐκράτει γοητείᾳ ὡς τὴν μεγάλην αὐτὸν ἡγεῖσθαι εἶναι δύναμιν τοῦ θεοῦ. τότε δ’ οὖν καὶ οὕτος τὰς ὑπὸ τοῦ Φιλίππου δυνάμει θείᾳ τελουμένας καταπλαγεὶς παραδοξοποιίας παραδύεται, καὶ μέχρι λουτροῦ τὴν εἰς Χριστὸν πίστιν καθυποκρίνεται.

ὃ καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τῶν ἔτι καὶ νῦν τὴν ἀπ’ ἐκείνου μιαρωτάτην μετιόντων αἵρεσιν, οἱ τῇ τοῦ σφῶν προπάτορος μεθόδῳ τὴν ἐκκλησίαν λοιμώδους καὶ ψωραλέας νόσου δίκην ὑποδυόμενοι τὰ μέγιστα λυμαίνονται τοὺς οἶς ἐναπομάξασθαι οἷοί τε ἂν εἶεν τὸν ἐν αὐτοῖς ἀποκεκρυμμένον δυσαλθῆ καὶ χαλεπὸν ἰόν. ἤδη γέ τοι πλείους τούτων ἀπεώσθησαν , ὁποῖοί τινες ἦσαν τὴν μοχθηρίαν ἁλόντες, ὥσπερ οὖν καὶ ὁ Σίμων αὐτὸς πρὸς τοῦ Πέτρου καταφωραθεὶς ὃς ἣν τὴν προσήκουσαν ἔτισε τιμωρίαν.

ἀλλὰ γὰρ εἰς αὔξην ὁσημέραι προἰ·όντος τοῦ σωτηρίου κηρύγματος οἰκονομία τις ἦγεν καὶ ἀπὸ τῆς Αἰθιόπων τῶν τῆς αὐτόθι βασιλίδος, κατά τι πάτριον ἔθος ὑπὸ γυναικὸς τοῦ ἔθνους εἰσέτι νῦν βασιλευομένου , δυνάστην · ὃν πρῶτον ἐξ ἐθνῶν πρὸς τοῦ Φιλίππου δι’ ἐπιφανείας τὰ τοῦ θείου λόγου ὄργια μετασχόντα , τῶν τε ἀνὰ τὴν οἰκουμένην πιστῶν ἀπαρχὴν γενόμενον , πρῶτον κατέχει λόγος ἐπὶ τὴν πάτριον παλινοστήσαντα γῆν εὐαγγελίσασθαι τὴν το τῶν ὅλων θεοῦ γνῶσιν, καὶ τὴν ζωοποιὸν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἔργῳ πληρωθείσης δι’ αὐτοῦ τῆς “ Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ” περιεχούσης προφητείας.

ἐπὶ τούτοις Παῦλος, τὸ τῆς ἐκλογῆς σκεῦος,

v.4.p.48
οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι᾿ ἀνθρώπων, δι᾿ ἀποκαλύψεως δ᾿ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ἀπόστολος ἀναδείκνυται, δι᾿ ὀπτασίας καὶ τῆς κατὰ τὴν ἀποκάλυψιν οὐρανίου φωνῆς ἀξιωθεὶς τῆς κλήσεως.

[Nic. H. E. II, 8] Καὶ δὴ τῆς παραδόξου τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως τε καὶ εἰς οὐρανοὺς ἀναλήψεως τοῖς πλείστοις ἤδη περιβοήτου καθεστώσης, παλαιοῦ κεκρατηκότος ἔθους τοῖς τῶν ἐθνῶν ἄρχουσι, τὰ παρὰ σφίσι καινοτομούμενα τῷ τὴν βασίλειον ἀρκὴν ἐπικρατοῦντι σημαίνειν, ὡς ἂν μηδὲν αὐτὸν διαδιδράσκοι τῶν γινομένων, τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς πάντας ἤδη καθ᾿ ὅλης τῆς Παλαιστίνης βεβοημένα Πιλᾶτος Τιβερίῳ βασιλεῖ κοινοῦται,

ὃν τάς τε ἄλλας αὐτοῦ πυθόμενον τερατείας καὶ ὡς ὅτι μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς εἶναι παρὰ πολλοῖς ἤδη πεπίστευτο ἀνενεγκεῖν ἐπὶ τὴν σύγκλητον, ἐκείνην τ᾿ ἀπώσασθαί φασι τὸν λόγον, τῷ μὲν δοκεῖν, ὅτι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα ἦν, παλαιοῦ νόμου κεκρατηκότος μὴ ἄλλως τινὰ παρὰ ῾Ρωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ ψήφῳ καὶ δόγματι συγκλήτου, τῇ δ᾿ ἀληθείᾳ, ὅτι μηδὲ τῆς ἐξ ἀνθρώπων ἐπικρίσεώς τε καὶ συστάσεως ἡ σωτήριος τοῦ θείου κηρύγματος ἐδεῖτο διδασκαλία.

ταύτῃ δ᾿ οὖν ἀπωσαμένης τὸν προσαγγελθέντα περὶ τοῦ σωτῆρος ἡμῶν λόγον τῆς ῾Ρωμαίων βουλῆς τὸν Τιβέριον ἣν καὶ πρότερον εἷχε γνώμην τηρήσαντα μηδὲν ἄτοπον κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπινοῆσαι.

ταῦτα Τερ- τυλλιανὸς, τοὺς ῾Ρωμαίων νόμους ἠκριβωκὼς ἀνὴρ, τά τε ἄλλα ἔνδοξος καὶ τῶν μάλιστα ἐπὶ ῾Ρώμης λαμπρῶν, ἐν τῇ γραφείσῃ μὲν αὐτῷ τῇ ῾Ρωμαίων φωνῇ,

v.4.p.49
μεταβληθείσῃ δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα γλῶτταν ὑπὲρ Χριστιανῶν ἀπολογίᾳ τίθησι κατὰ λέξιν τοῦτον ἱστορῶν τὸν τρόπον “ἔνα δὲ καὶ ἐκ τῆς γενέσεως διαλεχθῶμεν τῶν τοιούτων νόμων, παλαιὸν ἦν δόγμα μηδένα θεὸν ὑπὸ βασιλέως καθιεροῦσθαι, πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῆναι. Μάρκος Αἰμίλιος οὕτως περί τινος εἰδώλου πεποίηκεν Ἀλβούρνου. καὶ τοῦτο ὑπὲρ τοὐ ἡμῶν λόγου πεποίηται, ὅτι παρ’ ὑμῖν ἀνθρωπείᾳ δοκιμῇ ἡ θεότης δίδοται.