Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς, εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς
ὁ δ’ ἔμπαλιν τούτοις τἀναντία διεπράττετο, παντοίας ὁσημέραι κατὰ τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος, πάντας τε ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. τὰ μὲν οὖν πρῶτα πειρώμενος τὴν συσκευὴν ἐπικρύπτειν, φίλος εἶναι προσεποιεῖτο, δόλῳ τε καὶ ἀπάτῃ πλειστάκις ἐπιθέμενος ῥᾷστα ἂν τυχεῖν τοῦ προσδοκωμένου ἤλπισε.
τῷ δὲ ἄρα ὁ θεὸς ἦν φίλος, κηδεμών τε καὶ φύλαξ, ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ καὶ σκότει μηχανωμένας ἐπιβουλὰς εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετῆς τὸ μέγα τῆς θεοσεβείας ὅπλον πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει ᾧ δὴ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδίδρασκεν.
ὁ δὲ τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἐώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ βασιλεῖ κατάφωρα ποιοῦντος, οὐκέθ’ οἷός τε ὢν ἐπικρύπτεσθαι προφανῆ πόλεμον αἴρεται.
ὁμόσε δῆτα Κωνσταντίνῳ πολεμεῖν διαγνοὺς, ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων, ὂν ἠπίστατο σέβειν αὐτὸν, παρατάττεσθαι ὡρμᾶτο, κἄπειτα τοὺς ὑπ’ αὐτῷ θεοσεβεῖς, μηδὲν μηδ’ ὅλως πώποτε τὴν ἀρχὴν αὐτοῦ λυπηρὸν διαθεμένους, ἠρέμα τέως καὶ ἡσυχῆ πολιορκεῖν ἐπεβάλλετο· καὶ τοῦτ’ ἔπραττε, δεινῶς ἀβλεπτεῖν ὑπὸ