Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
διαφθονηθείς γέ τοι τῷ πανευεργέτῃ πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ ὁρκωμοσιῶν, οὐχ αἵματος, οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών.
ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς, εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς
v.4.p.483
αὐτὸν οὐκ ἐφθόνησε, γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσατο, ἀλλὰ καὶ τῆς ἐκ πατέρων εὐγενείας, βασιλικοῦ τε ἀνέκαθεν αἵματος κοινωνὸν γενέσθαι ἠξίωσε, τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς οἷα κηδεστῇ καὶ συμβασιλεῖ παρεῖχε τὴν ἐξουσίαν, οὐκ ἔλαττον μέρος τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν διέπειν αὐτῷ καὶ διοικεῖν κεχαρισμένος.