Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
τούτοις μὲν οὖν αὕτη χορεύει· οἴοις δὲ καὶ ὁ νυμφίος λόγος ὁ οὐράνιος, αὐτὸς Ἰησοῦς Χριστὸς αὐτὴν ἀμείβεται, ἄκουε λέγοντος κυρίου “μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε κύριος, οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, [*](16 les. 61, 10. 26 les. 54, 4.)
ἐξεγείρου, ἐξεγείρου ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοὐ θυμοῦ αὐτοῦ· ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ἐξέπιες καὶ ἐξεκένωσας. καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου. ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσεις ἔτι πιεῖν αὐτό· καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε.
ἐξεγείρου, ἐξεγείρου, ἔνδυσαι τὴν ἰσχὺν, ἔνδυσαι τὴν δόξαν σου. ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. κάθισον, ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου. ἄρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρός σε· ζῶ ἐγὼ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης, ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε· καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἶ καταπίνοντές σε.
ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἶ υἱοί σου οὓς ἀπολώλεκας, στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου, τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;”
ταῦτα Ἡσαΐας προεθέσπισε, ταῦτα πρόπαλαι περὶ ἡμῶν ἐν [*](4 les. 51, 17. 14 les. 52, 1. 17 les. 49, 18.)
ἀλλὰ γὰρ τοιαῦτα τοῦ νυμφίου λόγου πρὸς τὴν ἑαυτοῦ νύμφην τὴν ἱερὰν καὶ ἁγίαν ἐκκλησίαν ἐπιφωνοῦντος, εἰκότως ὁ νυμφοστόλος ὅδε αὐτὴν τὴν ἔρημον, τὴν πτῶμα κειμένην, τὴν παρὰ ἀνθρώποις ἀνέλπιδα, ταῖς κοιναῖς ἁπάντων ὑμῶν εὐχαῖς, χεῖρας τὰς ὑμῶν αὐτῶν ὀρέξας, ἐξήγειρε καὶ ἐξανέστησε, θεοῦ τοῦ παμβασιλέως νεύματι καὶ τῆς Ἰησοῦ Χριστοῦ δυνάμεως ἐπιφανείᾳ, τοιαύτην τε ἀναστήσας κατεστήσατο, οἵαν ἐκ τῆς τῶν ἱερῶν χρησμῶν καταγραφῆς ἐδιδάσκετο.
θαῦμα μὲν οὑν μέγιστον τοῦτο καὶ πέρα πάσης ἐκπλήξεως, μάλιστα τοῖς ἐπὶ μόνῃ τῇ τῶν ἔξωθεν φαντασίᾳ τὸν νοῦν προσανέχουσι. θαυμάτων δὲ θαυμασιώτερα τά τε ἀρχέτυπα, καὶ τούτων τὰ πρωτότυπα νοητὰ καὶ θεοπρεπῆ παραδείγματα, τῆς ἐνθέου φημὶ παὶ λογικῆς ἐν ψυχαῖς οἰκοδομῆς ἀνανεώματα·
ἣν αὐτὸς ὁ θεόπαις κατ’ εἰκόνα τὴν αὐτὸς αὐτοῦ δημιουργήσας, πάντῃ τε καὶ κατὰ πάντα τὸ θεοείκελον δεδωρημένος, ἄφθαρτον φύσιν, ἀσώματον, λογικὴν, πάσης γεώδους ὕλης ἀλλοτρίαν, αὐτονοερὰν οὐσίαν, ἅπαξ τὸ πρῶτον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι συστησάμενος, νύμφην ἁγίαν καὶ νεὼν πανίερον ἑαυτῷ τε καὶ τῷ πατρὶ κατειργάσατο. ὃ καὶ σαφῶς αὐτὸς ὁμολογῶν ἐκφαίνει, λέγων “ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.’’ καὶ τοιαύτη μὲν ἡ τελεία καὶ κεκαθαρμένη ψυχὴ, ἀρχῆθεν οὕτω γεγενημένη, οἵα τὸν οὐράνιον λόγον ἀγαλματοφορεῖν.
ἀλλὰ γὰρ φθόνῳ καὶ ζήλῳ τοῦ φιλοπονήρου δαί- [*](25 Levit. 26, 12.)
πεπτωκυῖαν δὴ ταύτην ἐκείνην τὴν κατ’ εἰκόνα θεοῦ κατασκευασθεῖσαν ἐλυμήνατο οὐχ οὓς οὗτος ὁ ἐκ δρυμοῦ τοῦ παρ’ ἡμῖν ὁρατοῦ, ἀλλά τις φθοροποιὸς δαίμων, καὶ θῆρες ἄγριοι νοητοὶ, οἱ καὶ τοῖς πάθεσιν οἷα πεπυρακτωμένοις τῆς σφῶν κακίας βέλεσιν αὐτὴν ἐξυφάψαντες, ἐνεπύρισαν ἐν πυρὶ τὸ θεῖον ὄντως ἁγιαστήριον τοῦ θεοῦ, εἰς τὴν γῆν τε ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ· εἶτα πολλῷ τῷ προσχώματι τὴν ἀθλίαν κατορύξαντες, εἰς ἀνέλπιστον πάσης περιέτρεψαν σωτηρίας.
ἀλλ’ ὅ γε κηδεμὼν αὐτῆς λόγος, ὁ θεοφεγγὴς καὶ σωτήριος, τὴν κατ’ ἀξίαν δίκην τῶν ἁμαρτημάτων ὑποσχοῦσαν αὖθις ἐξ ὑπαρχῆς ἀνελάμβανε, πατρὸς παναγάθου φιλανθρωπίᾳ πειθόμενος.
αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ ὀλεθρίων πάντων, αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράννων τὴν οἰκουμένην ἅπασαν δι’ αὐτῶν τῶν θεοφιλεστάτων ἐκαθήρατο· εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας, τοὺς πάλαι διὰ βίου ἱερωμένους αὐτῷ, κρύβδην γε μὴν ὡς ἐν κακῶν χειμῶνι πρὸς τῆς αὐτοῦ σκέπης καλυπτομένους, εἰς φανερὸν ἀγαγὼν, καὶ ταῖς τοῦ πνεύματος