Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὅτι δὴ μόνος οἷα παναγάθου πατρὸς μονώτατος ὑπάρχων πανάγαθος παῖς, γνώμῃ τῆς πατρικῆς φιλανθρωπίας τῶν ἐν φθορᾷ κάτω που κειμένων ἡμῶν εὖ μάλα προθύμως ὑποδὺς τὴν φύσιν, οἶά τις ἰατρῶν ἄριστος τῆς τῶν καμνόντων ἕνεκεν σωτηρίας ὁρῇ μὲν δεινὰ, θιγγάνει δ’ ἀηδέων, ἐπ’ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας, οὐ νοσοῦντας αὐτὸ μόνον, οὐδ’ ἕλκεσι δεινοῖς καὶ σεσηπόσιν ἤδη τραύμασι πιεζομένους, ἀλλὰ καὶ ἐν νεκροῖς κειμένους ἡμᾶς ἐξ αὐτῶν τῶν μυχῶν τοῦ θανάτου αὐτὸς ἑαυτῷ διεσώσατο, ὅτι μηδὲ ἄλλῳ τῳ τῶν κατ’ οὐρανὸν τοσοῦτον παρῆν ἰσχύος, ὡς τῇ τῶν τοσούτων ἀβλαβῶς διακονήσασθαι σωτηρίᾳ.

μόνος δ’ οὖν καὶ τῆς ἡμῶν αὐτῶν βαρυπαθοῦς φθορᾶς ἐφαψάμενος, μόνος τοὺς ἡμετέρους ἀνατλὰς πόνους, μόνος τὰ πρόστιμα τῶν ἡμετέρων ἀσεβημάτων περιθέμενος, οὐχ ἡμιθνῆτας, ἀλλὰ καὶ πάμπαν ἐν μνήμασι καὶ τάφοις μυσαροὺς ἤδη καὶ ὀδωδότας ἀναλαβὼν, πάλαι τε καὶ νῦν σπουδῇ τῇ φιλανθρώπῳ, παρὰ πᾶσαν τὴν οὑτινοσοῦν ἡμῶν τε αὐτῶν ἐλπίδα, σώζει τε καὶ τῶν τοῦ πατρὸς ἀγαθῶν ἀφθονίαν μεταδίδωσιν, ὁ ζωοποιὸς, ὁ φωταγωγὸς, ὁ μέγας ἡμῶν [*](14 Hippocrates p. 78 ed. Foes.)

v.4.p.454
ἰατρὸς καὶ βασιλεὺς καὶ κύριος, ὁ Χριστὸς τοῦ θεοῦ.

ἀλλὰ τότε μὲν ἅπαξ ἐν νυκτὶ ζοφερᾷ καὶ σκότῳ βαθεῖ, δαιμόνων ἀλιτηρίων πλάναις καὶ θεομισῶν πνευμάτων ἐνεργείαις πᾶν τὸ τῶν ἀνθρώπων γένος κατορωρυγμένον, αὐτὸ μόνον ἐπιφανεὶς, ὡσὰν κηροῦ διατακέντος ταῖς αὐτοῦ βολαῖς τοῦ φωτὸς τὰς πολυδέτους τῶν ἀσεβημάτων ἡμῶν σειρὰς διελύσατο.

νῦν δ’ ἐπὶ τῇ τοσαύτῃ χάριτι καὶ εὐεργεσίᾳ τοῦ μισοκάλου φθόνου καὶ φιλοπονήρου δαίμονος μονονουχὶ διαρρηγνυμένου, καὶ πάσας αὐτοῦ τὰς θανατοποιοὺς καθ’ ἡμῶν ἐπιστρατεύοντος δυνάμεις, καὶ τὰ μὲν πρῶτα κυνὸς δίκην λυττῶντος, τοὺς ὀδόντας ἐπὶ τοὺς ἀφιεμένους κατ’ αὐτοῦ λίθους προσαράττοντος, καὶ τὸν κατὰ τῶν ἀμυνομένων θυμὸν ἐπὶ τὰ ἄψυχα βλήματα καθιέντος, τοῖς τῶν προσευκτηρίων λίθοις καὶ ταῖς τῶν οἴκων ἀψύχοις ὕλαις τὴν θηριώδη μανίαν ἐπερείσαντος, ἐρημίαν τε, ὥς γε δὴ αὐτὸς ἑαυτῷ ᾤετο, τῶν ἐκκλησιῶν ἀπεργασαμένου, εἶτα δὲ δεινὰ συρίγματα καὶ τὰς ὀφιώδεις αὐτοῦ φωνὰς, τοτὲ μὲν ἀσεβῶν τυράννων ἀπειλαῖς, τοτὲ δὲ βλασφήμοις δυσσεβῶν ἀρχόντων διατάξεσιν ἀφιέντος, καὶ προσέτι τὸν αὐ̣τοῦ θάνατον ἐξερευγομένου, καὶ τοῖς ἰώδεσι καὶ ψυχοφθόροις δηλητηρίοις τὰς ἁλισκομένας πρὸς αὐτοῦ ψυχὰς φαρμάττοντος, καὶ μονονουχὶ νεκροῦντος ταῖς τῶν νεκρῶν εἰδώλων νεκροποιοῖς θυσίαις, πάντα τε ἀνθρωπόμορφον θῆρα καὶ πάντα τρόπον ἄγριον καθ’ ἡμῶν ὑποσαλεύοντος,

αὖθις ἐξ ὑπαρχῆς ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ μέγας ἀρχιστράτηγος τοῦ θεοῦ, μετὰ τὴν αὐτάρκη διαγυμνασίαν, ἣν οἶ μέγιστοι τῆς αὐτοῦ βασιλείας στρατιῶται διὰ τῆς πρὸς ἅπαντα ὑπομονῆς καὶ καρτερίας ἐνεδείξαντο, ἀθρόως οὕτως φανεὶς τὰ

v.4.p.455
μὲν ἐχθρὰ καὶ πολέμια εἰς ἀφανὲς καὶ τὸ μηδὲν κατεστήσατο, ὡς μηδὲ πώποτε ὠνομάσθαι δοκεῖν, τὰ δ’ αὐτῷ φίλα καὶ οἰκεῖα δόξης ἐπέκεινα παρὰ πᾶσιν οὐκ ἀνθρώποις μόνον, ἀλλ’ ἤδη καὶ δυνάμεσιν οὐρανίοις, ἡλίῳ τε καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ προήγαγεν,

ὥστε ἤδη, ὃ μηδὲ ἄλλοτέ πω, τοὺς πάντων ἀνωτάτω βασιλέας, ἧς λελόγχασι παρ’ αὐτοῦ τιμῆς συνῃσθημένους, νεκρῶν μὲν εἰδώλων καταπτύειν προσώποις, πατεῖν δ’ ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου κατεγγελᾶν, ἔνα δὲ αὐτὸν μόνον θεὸν τὸν κοινὸν ἀπάντων καὶ ἑαυτῶν εὐεργέτην γνωρίζειν, Χριστόν τε τοῦ θεοῦ παῖδα παμβασιλέα τῶν ὅλων ὁμολογεῖν, σωτῆρά τε αὐτὸν ἐν στήλαις ἀναγορεύειν, ἀνεξαλείπτῳ μνήμῃ τὰ κατορθώματα καὶ τὰς κατὰ τῶν ἀσεβῶν αὐτοῦ νίκας μέση τῇ βασιλευούσῃ τῶν ἐπὶ γῆς πόλει βασιλικοῖς χαρακτῆρσι προσεγγράφοντας, ὥστε μόνον τῶν ἐξ αἰῶνος Ἰησοῦν Χριστὸν τὸν ἡμῶν σωτῆρα καὶ πρὸς αὐτῶν τῶν ἐπὶ γῆς ἀνωτάτω οὐχ οἶα κοινὸν ἐξ ἀνθρώπων βασιλέα γενόμενον ὁμολογεῖσθαι, ἀλλ’ οἷα τοῦ καθόλου θεοῦ παῖδα γνήσιον καὶ αὐτόθεον προσκυνεῖσθαι, καὶ εἰκότως.

τίς γὰρ τῶν πώποτε βασιλέων τοσοῦτον ἀρετῆς ἠνέγκατο ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; τίς βασιλεὺς νόμους εὐσεβεῖς οὕτω καὶ σώφρονας διαταξάμενος, ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης εἰς ἐπήκοον ἅπασιν ἀνθρώποις ἀναγινώσκεσθαι διαρκῶς ἐκράτυνεν;

τίς ἀνημέρων ἐθνῶν ἔθη βάρβαρα καὶ ἀνήμερα τοῖς ἡμέροις αὐτοῦ καὶ φιλανθρωποτάτοις παρέλυσε νόμοις; τίς αἰῶσιν ὅλοις ὑπὸ πάντων πολεμούμενος

v.4.p.456
τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο, ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου;