Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. VII, 40] Καί τις ἐν μέσῳ παρελθὼν τῶν μετρίως ἐπιεικῶν, λόγου σύνταξιν πεποιημένος, ὡς ἐν ἐκκλησίας ἀθροίσματι πλείστων ἐπιπαρόντων ποιμένων, ἐν ἡσυχίᾳ καὶ κόσμῳ τὴν ἀκρόασιν παρεχομένων, ἑνὸς εἰς πρόσωπον τὰ πάντα ἀρίστου καὶ θεοφιλοῦς ἐπισκόπου, οὗ διὰ σπουδῆς ὁ μάλιστα τῶν ἀμφὶ τὸ Φοινίκων ἔθνος διαπρέπων ἐν Τυρῷ νεὼς φιλοτίμως ἐπεσκεύαστο, τοιόνδε παρέσχε λόγον.
Ὦ φίλοι θεοῦ καὶ ἱερεῖς, οἱ τὸν ἄγιον ποδήρη καὶ τὸν οὐράνιον τῆς δόξης στέφανον τό τε χρῖσμα τὸ ἔνθεον καὶ τὴν ἱερατικὴν τοῦ ἁγίου πνεύματος στολὴν περιβεβλημένοι 5 σύ τε, ὦ νέου ἁγίου νεὼ θεοῦ σεμνολόγημα, γεραρᾷ μὲν φρονήσει παρὰ θεοῦ τετιμημένε, νέας δὲ καὶ ἀκμαζούσης ἀρετῆς ἔργα πολυτελῆ καὶ πράξεις ἐπιδεδειγμένε, ᾧ τὸν ἐπὶ γῆς οἶκον αὐτὸς ὁ τὸν σύμπαντα κόσμον περιέχων θεὸς δείμασθαι καὶ ἀνανεοῦν Χριστῷ τῷ μονογενεῖ καὶ πρωτογενεῖ αὐτοῦ λόγῳ, τῇ τε ἁγίᾳ καὶ θεοπρεπεῖ
εἴτε τις νέον σε Βεσελεὴλ, θείας ἀρχιτέκτονα σκηνῆς ἐθέλοι καλεῖν, εἴτε Σολομῶνα, καινῆς καὶ πολὺ κρείττονος Ἱερουσαλὴμ βασιλέα, εἴτε καὶ νέον Ζοροβάβελ, τὴν πολὺ κρείττονα δόξαν τῆς προτέρας τῷ νεῷ τοῦ θεοῦ περιτιθέντα·
ἀλλὰ καὶ ὑμεῖς, ὦ τῆς ἱερᾶς ἀγέλης Χριστοῦ θρέμματα, λόγων ἀγαθῶν ἑστία, σωφροσύνης παιδευτήριον, καὶ θεοσεβείας σεμνὸν καὶ θεοφιλὲς ἀκροατήριον·