Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
πῦρ μὲν γὰ “ μαλακὸν ἦν, οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπα φωμἐνοις τὴν φλόγωσιν, ὅσην τοῖς ἐντὸς προσετίθει “ τὴν κάκωσιν, ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι, οὐδὲ “ ἦν μὴ οὐχ ὑπουργεῖν , καὶ ἕλκωσις τῶν τε ἐντέρων, “ καὶ μάλιστα τοῦ κώλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα “ ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές.
παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν. ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις, καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς “ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἂσθματος. ὃς. σπασμός τε περὶ πᾶν ἢν μέλος, ἰσχὺν οὐχ ὑπομενητὴν προστι- [*](17 loseph. A. I. XVII, 6, 5.)
ἐλέγετο γοῦν ὑπὸ τῶν θειαζόντων, καὶ “ οἷς ταῦτα προαποφθέγγεσθαι σοφία προύκειτο, ποι- “νὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην ὁ θεὸς εἰσπράτ- “τεσθαι παρὰ τοῦ βασιλέως.’’ ταῦτα μὲν ἐν τῇ δηλω- θείσῃ γραφῇ παρασημαίνεται ὁ προειρημένος.
καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τὰ παραπλήσια περὶ τοῦ αὐτοῦ παραδίδωσι , ὧδέ πως γράφων“ ἔνθεν αὐ- “ τοῦ τὸ σῶμα πὰν ἡ νόσος διαλαβοῦσα ποικίλοις πά- “ θέσιν ἐμέριζεν. πυρετὸς μὲν γὰρ ἦν οὐ λάβρος, ‘κνησμὸς δ’ ἀφόρητος τῆς ἐπιφανείας ὅλης, καὶ κώλου “ ἀλγηδόνες , περί τε τοὺς πόδας ὡς ὑδρω- “πιπωντος οἰδήματα, τοῦ τε ἤτρου φλεγμονὴ, καὶ αἰδοίου σηπεδὼν σκώληκας · γεννῶσα. πρὸς τούτοις “ ὀρθόπνοια καὶ δύσπνοια καὶ σπᾷς μοὶ πάντων τῶν “ μελῶν 5 ὥστε τοὺς ἐπιθειάζοντας ποινὴν εἶναι τὰ ‘νοσήματα λέγειν.
ὁ δὲ παλαίων τοσούτοις πάθε- “σιν ὅμως τοῦ ζῆν ἀντείχετο, σωτηρίαν τε ἤλπιζε, “καὶ θεραπείας ἐπενόει. διαβὰς γοῦν τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην θερμοῖς ἐχρῆτο. ταῦτα δὲ “ ἔξεισι μὲν εἰς τὴν Ἀσφαλτῖτιν λίμνην, ὑπὸ γλυκύ- “τητος δέ ἐστι καὶ πότιμα.
δόξαν δ’ ἐνταῦθα τοῖς “ἰατροῖς ἐλαίῳ θερμῷ πὰν ἀναθάλψαι τὸ σῶμα χα- “ λασθὲν εἰς ἐλαίου πλήρη πύελον ἐκλύει τοὺς ὀφθαλ- “ μοὺς καὶ ὡς τεθνεὼς ἀνέστρεψεν. θορύβου δὲ τῶν θεραπόντων γενομένου πρὸς μὲν τὴν κραυγὴν ἀνή- “ νεγκεν, εἰς δὲ τὸ λοιπὸν ἀπογνοὺς τὴν σωτηρίαν, τοῖς τε στρατιώταις ἀνὰ δραχμὰς πεντήκοντα έκέ- “ λευσε διανεῖμαι, καὶ πολλὰ χρήματα τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις.
αὐτὸς δ’ ὑποστρέφων εἰς ‘Ιεριχοῦντα παραγίνεται, μελαγχολῶν ἤδη, καὶ μονονουχὶ [*](7 B. I. I, 33, 5.)
προσκαλεσάμενος δὲ Σαλώμην τὴν ἀδελφὴν καὶ “ τὸν ἄνδρα ταύτης Ἀλέξανδρον οἶδα ἔφη Ἱουδαί- “ ους τὸν ἐμὸν ἑορτάσοντας θάνατον. δύναμαι δὲ πεν- ‘θεῖσθαι δι’ ἑτέρων καὶ λαμπρὸν ἐπιτάφιον σχεῖν, ἄν ὑμεῖς θελήσητε ταῖς ἐμαῖς ἐντολαῖς ὑπουργῆσαι. “ τοὺς δὲ φρουρουμένους ἄνδρας, ἐπειδὰν ἐκπνεύ- “ σω, τάχιστα κτείνατε περιστήσαντες τοὺς στρατιώ- “ τας, ἵνα πᾶσα Ἰουδαία καὶ πᾶς οἶκος καὶ ἄκων ἐπ’ “ἐμοὶ δακρύσῃ.‘”
καὶ μετὰ βραχέα φησίν “αὖθις δὲ, καὶ γὰρ ἐνδείᾳ τροφῆς καὶ βηχὶ σπασμώδει διε- “ τείνετο, τῶν ἀλγηδόνων ἡττηθεὶς φθάσαι τὴν εἶμαρ- “ ἐπεβάλετο. λαβὼν δὲ μῆλον ᾔτησε καὶ μαχαί- ‘ριον· εἰώθει γὰρ ἀποτέμνων ἐσθίειν· ἔπειτα περια- “ θρήσας, μή τις ὁ κωλύων αὐτὸν εἴη, ἐπῆρε τὴν δεξιὰν “ ὡς πλήξων ἑαυτόν.”
ἐπὶ δὲ τούτοις ὁ αὐτὸς ἱστορεῖ συγγραφεὺς ἕτερον αὐτοῦ γνήσιον παῖδα πρὸ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, τρίτον ἐπὶ δυσὶν ἤδη προανῃρημένοις , δι’ ἐπιτάξεως ἀνελόντα παραχρῆμα τὴν ζωὴν οὐ μετὰ σμικρῶν ἀλγηδόνων ἀπορρῆξαι.
καὶ τοιοῦτο μὲν τὸ πέρας τῆς Ἡρώδου γέγονε τελευτῆς, ποινὴν δικαίαν ἐκτίσαντος ὣν ἀμφὶ τὴν Βηθλεὲμ ἀνεῖλε παίδων, τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβου- λῆς ἕνεκα. μεθ’ ἣν ἄγγελος ὄναρ ἐπιστὰς ἐν Αἰγύπτῳ διατρίβοντι τῷ Ἰωσὴφ ἀπᾶραι ἅμα τῷ παιδὶ καὶ τῇ τούτου μητρὶ ἐπὶ Ἰουδαίαν παρακελεύεται, τεθνηκέναι δηλῶν τοὺς ἀναζητοῦντας τὴν ψυχὴν τοῦ παι- [*](20 loseph. A. I. XVII, 7. B. I. I, 33, 7.)