Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ὥστε σαφῶς πρώτην ἡγεῖσθαι δεῖν καὶ πάντων παλαιτάτην τε καὶ ἀρχαιο- [*](28 1. Paral. 16, 22.)
εἰ δὲ δὴ μακρῷ ποθ’ ὕστερον χρόνῳ περιτομῆς φασι τὸν Ἀβραὰμ ἐντολὴν εἰληφέναι, ἀλλά γε πρὸ ταύτης δικαιοσύνην διὰ πίστεως μαρτυρηθεὶς ἀνείρηται, ὧδέ πως φάσκοντος τοῦ θείου λόγου “ ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ”
καὶ δὴ τοιούτῳ πρὸ τῆς περιτομῆς γεγονότι χρησμὸς ὕπο του φήναντος ἑαυτὸν αὐτῷ θεοῦ οὗτος δ’ ἦν αὐτὸς ὁ Χριστὸς ὁ τοῦ θεοῦ λόγος) περὶ τῶν ἐν τοῖς μετέπειτα χρόνοις τὸν ὅμοιον αὐτῷ δικαιοῦσθαι τρόπον μελλόντων ῥήμασιν αὐτοῖς προε- πήγγελται λέγων ‘καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάσαι αἱ φυλαὶ τῆς γῆς. καὶ ὡς ὅτι ἔσται εἰς ἔθνος μέγα καὶ πολύ. καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. ”
τούτῳ δὲ καὶ ἐπιστῆσαι εἰς ἡμᾶς ἐκπεπληρωμένῳ πάρεστι. πίστει μὲν γὰρ ἐκεῖνος τῇ εἰς τὸν ὀφθέντα αὐτῷ τοῦ θεοῦ λόγον τὸν Χριστὸν δεδικαίωτο, πατρῴας μὲν ἀποστὰς δεισιδαιμονίας καὶ πλάνης βίου προτέρας, ἔνα δὲ τὸν ἐπὶ πάντων ὁμο- λογήσας θεὸν, καὶ τοῦτον ἔργοις ἀρετῆς, οὐχὶ δὲ θρησκείᾳ νόμου τοῦ μετὰ ταῦτα Μωυσέως θεραπεύσας. τοιούτῳ τε ὄντι εἴρητο ὅτι δὴ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐν αὐτῷ εὐλογηθήσονται.
ἔργοις δὲ λόγων ἐναργεστέροις ἐπὶ τοῦ παρόντος παρὰ μόνοις Χριστιανοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἀσκούμενος αὐτὸς ἐκεῖνος ὁ τῆς θεοσεβείας του Ἀβραὰμ ἀναπέφηνε τρόπος.
τί δὴ οὖν λοιπὸν ἐμποδὼν ἂν εἴη , μὴ οὐχὶ ἔνα καὶ τὸν αὐτὸν βίον τε [*](7 Gen. 15, 6. 14 Gen. 22, 18. 18, 18.)