Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
λέγει αὐτῷ Ἄβγαρος “κἀγὼ πεπίστευκα εἰς αὐτὸν καὶ εἰς τὸν πατέρα αὐτοῦ.’’ καὶ ὁ Θαδδαῖος “ διὰ τοῦτο , φησὶ , τίθημι τὴν χεῖρά μου ἐπὶ σὲ ἐν ὀνόματι αὐτοῦ. ” καῖ τοῦτο πράξαντος παραχρῆμα ἐθε- ραπεύθη τῆς νόσου καὶ τοῦ πάθους οὗ εἶχεν.
ἐθαύμασέ τε ὁ Ἄβγαρος , ὅτι καθὼς ἤκουσται αὐτῷ περὶ τοῦ Ἰησοῦ, οὕτως τοῖς ἔργοις παρέλαβε διὰ τοῦ μαθητοῦ αὐτοῦ Θαδδαίου, ὃς αὐτὸν ἄνευ φαρμακείας
v.4.p.43
καὶ βοτανῶν ἐθεράπευσεν, καὶ οὐ μόνον, ἀλλὰ καὶ Ἄβδον τὸν τοῦ Ἄβδου ποδάγραν ἔχοντα, ὃς καὶ αὐτὸς προσελθὼν ὑπὸ τοὺς πόδας αὐτοῦ ἔπεσεν, εὐχάς τε διὰ χειρὸς λαβὼν ἐθεραπεύθη · πολλούς τε ἄλλους συμπολίτας αὐτῶν ὁ αὐτὸς ἰάσατο , θαυμαστὰ καὶ μεγάλα ποιῶν , καὶ κηρύσσων τὸν λόγον τοῦ θεοῦ.