Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει “τῶν πρώτων ἀνδρῶν παρ’ ἡμίν σταυρῷ ἐπιτετἰμη- “ κότος Πιλάτου, οὐκ ἐπαύσαντο οἶ τὸ πρῶτον ἀγα- “ πήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν “πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα “ μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότω ’ν. εἰσέτι τε “ νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ “ ἐπέλιπε τὸ φῦλον.’’

ταῦτα τοῦ ἐξ αὐτῶν Ἐβραίων συγγραφέως ἀνέκαθεν τῇ ἑαυτοῦ γραφῇ περί τε τοῦ βαπτιστοῦ Ἰωάννου καὶ τοῦ σωτῆρος ἡμῶν παραδεδωκότος, τίς ἂν ἔτι λείποιτο ἀποφυγὴ τοῦ μὴ ἀναισχύντους ἀπελέγχεσθαι τοὺς τὰ κατ’ αὐτῶν πλασαμένους ὑπομνήματα; ἀλλὰ ταῦτα μὲν ἐχέτω ταύτῃ.

[Nic. H. E. I, 21-22] Τῶν γε μὴν τοῦ σω- [*](12 A. I. XVIII, 3, 3. Conf. Eus. Dem. Evang. 3, 3. p. 124.)

v.4.p.38
τηρὸς ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις. τῶν δ’ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμὴ φέρεται · λέγεταί γε μὴν εἰς αὐτῶν Βαρνάβας γεγονέναι, οὑ διαφόρως μὲν καὶ αἱ Πραξεῖς τῶν ἀποστόλων ἐμνημόνευσαν, οὐχ ἥκιστα δὲ καὶ ὁ Παῦλος Γαλάταις γράφων. τούτων δ’ εἶναί φασι καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα.

ἡ δ’ ἱστορία παρὰ Κλήμεντι κατὰ τὴν πέμπτην τῶν ‘Υποτυπώσων, ἐν ᾗ καὶ Κηφᾶν, περὶ οὗ φησιν ὁ Παῦλος ‘ὅτε δὲ ἦλθε Κηφᾶς εἰς ‘ Αντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ἴνα φησὶ γεγονέναι τῶν ἑβδομήκοντα μαθητῶν , ὁμώνυμον Πέτρῳ τυγχάνοντα τῷ ἀποστόλῳ.

καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς ἀποστόλοις συγκαταλεγέντα, τόν τε σὺν αὐτῷ τῇ ὁμοίᾳ ψήφῳ τιμηθέντα , τῆς αὐτῆς τῶν ἑβδομήκοντα κλήσεως ἠξιῶσθαι κατέχει λόγος. καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἶναί φασι, περὶ οὐ καὶ ἱστορίαν ἐλθοῦσαν εἰς ἡμὰς αὐτίκα μάλα ἐκθήσομαι.

καὶ τῶν ἑβδομήκοντα δὲ πλείους τοῦ σωτῆρος πεφηνέναι μαθητὰς εὕροις ἂν ἐπιτηρήσας, μάρτυρι χρώμενος τῷ Παύλῳ , μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν ὦφθαι αὐτὸν φήσαντι πρῶτον μὲν Κηφᾷ, ἔπειτα τοῖς δώδεκα , καὶ μετὰ τούτους ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ὧν τινὰς μὲν ἔφασκε κεκοιμῆσθαι, τοὺς πλείους δ’ ἔτι τῷ βίῳ, καθ’ ὃν καιρὸν αὐτῷ ταῦτα συνετάττετο , περιεῖναι.

ἔπειτα δ’ ὦφθαι αὐτὸν Ἰακώβῳ φησίν· εἶς δὲ καὶ οὗτος τῶ φερομένων τοῦ σωτῆρος ἀδελφῶν ἦν. εἶθ’ ὡς παρ’ τούτους κατὰ μίμησιν τῶν δώδεκα πλείστων ὅσω ὑπαρξάντων ἀποστόλων, οἷος καὶ αὐτὸς ὁ Παῦλος ἠ [*](6 Galat. 2, 1. 7 Corinth. 1, 1. 10 Galat. 2, 1. 13 Act. 1, 26. 21 Corr. 15, 5.)

v.4.p.39
προστίθησι λέγων ’ ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσι.” ταῦτα μὲν οὖν περὶ τῶνδε. τῆς δὲ περὶ τὸν Θαδδαῖον ἱστορίας τοιοῦτος γέγονεν ὁ τρόπος.