Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τιμοχάρης δέ φησιν ἐν τοῖς περὶ Ἀντιόχου τὰ Ἱεροσόλυμα τὴν μὲν περίμετρον ἔχειν σταδίους μ’· εἶναι δ' αὐτὴν δυσάλωτον , πάντοθεν ἀπορρῶξι περικλειομένην φάραγξιν. ὅλην δὲ τὴν πόλιν ὕδασι καταρρεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀπορρεόντων ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι.

v.1.p.522
τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι, ἀπὸ δὲ τῶν μ’ σταδίων πάλιν κάθυδρον ὑπάρχειν.’’

“Ὁ δὲ τῆς Συρίας σχοινομέτρησιν γράψας ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ με, τεώρου τε καὶ τραχέος τόπου · ᾠκοδομῆσθαι δὲ τινὰ μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ , τὰ δὲ πλείονα ἀπὸ χάλικος· καὶ ἔχειν τὴν περίμετρον τὴν πόλιν σταδίων κζ, ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ ὕδωρ δαψιλὲς ἀναβλύζουσαν.’’

Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς περὶ Ἱεροσολύμων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραίνεσθαι , ἐν δὲ τῷ θέρει πληροῦσθαι. λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως

  • νηχόμενος δ’ ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο
  • δέρκηθρον σὺν ἀοιδὰ μεγιστούχοιο λοετροῖς
  • ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης,
  • καὶ τὰ ἐξῆς.

    οἶς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει

  • ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν
  • ἱέμενον, πολυγηθὲς, ὑπὲρ πύργοισιν ὄροισι
  • στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα, κρήνης
  • τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν,
  • καὶ τὰ τούτοις ἀκόλουθα.

    εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέωςκρήνης κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως

  • αἰπὺ δ’ ἄρ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι
  • σωλῆνες,
  • καὶ ὅσ’ ἁ ἄλλα τούτοις ἕπεται.”

    Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυίστορος.

    Περὶ δὲ τῶν ἐν τῇ Ἱερουσαλὴμ ὑδάτων καὶ ὁ Ἀρισταῖος ἐν τῷ γραφέντι αὐτῷ βιβλίῳ

    v.1.p.523
    Περὶ τῆς ἑρμηνείας τοῦ τῶν Ἰουδαίων νόμου ταῦτα ἱστορεῖ

    “Ὁ δὲ οἶκος ἀποβλέπει πρὸς ἠῶ, τὰ δ’ ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν. τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιρροῆς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας.

    ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης , ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον, πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς, καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους, καθ’ ἔκαστον μέρος ἑαυταῖς συναπτόντων τῶν ῥευμάτων· καὶ ταῦτα πάντα μεμολιβδῶσθαι κατ’ ἐδάφους καὶ τῶν τοίχων , ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων.”

    Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυίστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι ταύτην πάντων ἂν εἴη παραλογώτατον. κείσθω τοίνυν καὶ αὕτη

    “ Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἰερεμίαν τὸν προφήτην. τοῦτον ὑπὸ τοῦ θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ χρυσῷ, ᾧ εἶναι ὄνομα Βάαλ.

    τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν, καὶ σκάψειν τἀς τοῦ Τίγριδος καὶ Εὐφράτου [*](3 Ὁ δὲ οἶκος — ] Aristeas p. XI. ed. Hod.)

    v.1.p.524
    διώρυχας αἰχμαλωτισθέντας.

    τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα παρακαλέσαι Ἀστιβάρην τὸν Μηδῶν βασιλέα συστρατεύειν αὐτῷ.

    παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους, καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυριάδας δώδεκα, καὶ πεζῶν ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι καὶ Γαλιλαίαν καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλαδίτιδι οἰκοῦντας Ἰουδαίους · αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν, καὶ τὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντας εἰς Βαβυλῶνα ἀποστείλαι, χωρὶς τῆς καβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν· ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν. ”

    Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γεγενημένης

    “ Συμμίξας δὲ Ναβουχοδονόσορ τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκυρίευσε καὶ τὴν χώραν ἐξαῦθις ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο.

    τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον τὸν καιρὸν ἀρρωστήσαντι , ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι κά· αἰσθόμενος δὲ μετ’ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονόσορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων εἰς τὴν Βαβυλωνίαν παρεγένετο. ”

    [*](19 Συμμίξας δὲ Iosephus c. Apion. 1, 19. 20. p. 450. 451.)
    v.1.p.525

    Καὶ μεθ’ ἕτερά φησι

    “Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγ, τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος.

    οὗτος προστὰς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισάρου, ἀνῃρέθη, βασιλεύσας ἔτη β.

    μετὰ δὲ τὸ ἀναιρεθῆναι τοῦτον διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλίσαρος ἐβασίλευσεν ἔτη δ. τούτου υἱὸς Χαβαεσσοαρᾶχος ἐκυρίευσε μὲν τῆς βασιλείας, παῖς ὢν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐκφαίνειν κακοήθη, ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη.

    ἀπολομένου δὲ τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν ἐκ Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως.

    ἐπὶ τούτου τὰ περὶ ποταμὸν τείχη τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη. οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει προσεληλυθὼς Κῦρος ἐκ τῆς Πέρσιδος μετὰ δυνάμεως πολλῆς, καταστρεψάμενος τὴν λοιπὴν βασιλείαν ἅπασαν, ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας.