Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“ Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.
Εὐλογητὸς ὁ θεὸς, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἴλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός. ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην, καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν.
περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων, καὶ ἀρχιτεκτονίαν , ὑφηγήσεταί σοι καὶ ποιήσει.
περὶ δὲ τῶν δεόντων καἰ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα.’’
’’ Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν ιγ· ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα , καὶ φυλὰς ιβ τῶν Ἰουδαίων παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ’ξ, πλάτος πηχῶν ’ξ, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶνι· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ.
οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ
οὕτω δ’ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέαντα. ποιήσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος.
εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὅν δὲ ἐξ εὐωνύμων. ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς , δέκα τάλαντα ἑκάστην στῆν ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μώσεως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν.
στῆσαι δ’ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. ποιῆσαι δ’ αὐτὸν καὶ λύχνου ’ς χρυσοῦς ὁ, ὥστε καίεσθαι ἐφ’ ἑκάστης λυχνίας ἑπτά. οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ · καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις.
ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μή. κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κ’ καὶ πλάτος πηχῶν κ’, τὸ δὲ ὕψος πηχῶν ἑ . ποιῆσαι δὲ ἐπ’ αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς
ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἔν ἐφεστήκῃ ἐπ’ αὐτῆς ὁ βασιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κε ἐπὶ πήχεις κ’, τὸ δὲ ὕψος πηχῶν ιβ.
ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς λυσιδωτοὺς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ’, καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δίκτυι· κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους · καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν.