Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μεμφίτας μὲν οὖν λέγειν ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας τὴν ἄμπωτιν τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι. Ἡλιουπολίτας δὲ λέγειν ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως, ἄμα] καὶ τοῖς καθιερωμένοις ζῴοις, διὰ τὸ τὴν ὕκαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν.

τῷ δὲ Μωΰσῳ θείαν φωνὴν γενέσθαι πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆναι. τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ

v.1.p.505
δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι.

συνεμβάντων δ’ ἑ τῶν Αἰγυπτίων καὶ διωκόντων φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἴτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. γεγονέναι δέ φησι τὸν Μώϋσον μακρὸν, πυρρακῆ, πολιὸν, κομήτην, ἀξιωματικόν. ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.”

“ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα

  • ἀφ’ οὗ δ’ Ἰακὼβ γῆν λιπὼν Χαναναίαν
  • κατῆλθ’ ἔχων Αἴγυπτον ἑπτάκις δέκα
  • ψυχὰς σὺν αὐτῷ, κἀπεγέννησεν πολὺν
  • λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον,
  • ἐς ἄχρι τοῦτον τὸν χρόνον κακούμενον
  • κακῶν ὐπ’ ἀνδρῶν καὶ δυναστείας χερός.
  • ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην
  • δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο
  • βασιλεὺς Φαραὼ, τοὺς μὲν ἐν πλινθεύμασιν
  • οἰκοδομίας τε βάρεσιν αἰκίζων βροτοὺς,
  • πόλεις τ’ ἐπύργου, σφῶν ἕκατι δυσμόρων.
  • ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει
  • τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον.
  • ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με
  • τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δὲ
  • v.1.p.506
  • ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,
  • παρ’ ἄκρα ποταμοῦ, λάσιον, εἰς ἕλος δασύ.
  • Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας·
  • κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
  • κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον·
  • ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦσ’ ἀνείλετο,
  • ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε
  • Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι,
  • ‘θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ
  • ἐκ Ἑβραίων;' ἡ δ’ ἐπέσπευσεν κόρην·
  • μολοῦσα δ’ εἶπε μητρὶ, καὶ παρῆν ταχὺ
  • αὐτή τε μήτηρ κἄλαβέν μ’ ἐς ἀγκάλας.
  • εἶπεν δὲ θυγάτηρ βασιλέως ‘τοῦτον, γύναι,
  • τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.
  • ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν
  • ὑγρὰς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος.
  • τούτοις μεθ’ ἕτερα ἐπιλέγει καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωυσῆν παρεισάγων λέγοντα
  • ἐΝὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,
  • ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα,
  • ἅπαντα μυθεύσασα, καὶ λέξασά μοι
  • γένος πατρῷον καὶ θεοῦ δωρήματα.
  • ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,
  • τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν
  • ἅπανθ’ ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν·
  • ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν,
  • ἐξῆλθον οἴκων βασιλικῶν, πρὸς ἔργα γὰρ
  • θυμός μ’ ἄνωγε καὶ τέχνασμα βασιλέως·)
  • ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ,
  • τὸν μὲν γεγῶθ' Ἑβραῖον, ὃν δ’ Αἰγύπτιον.
  • ἰδὼν δ’ ἐρήμους καὶ παρόντα μηδένα
  • ἐρρυσάμην ἀδελφὸν, ὃν δ’ ἔκτειν’ ἐγὼ,
  • ἔκρυψα δ’ ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν
  • ἕτερόν τιν’ ἡμὰς κἀπογυμνῶσαι φόνον.
  • τῇ ’παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο,
  • μάλιστα δ’ αὐτοὺς συγγενεῖς, πατουμένους,
  • v.1.p.507
  • λέγω ῾τί τύπτεις ἀσθενέστερον σέθεν;᾿
  • ὁ δ᾿ εἶπεν ῾ἡμῖν τίς σ᾿ ἀπέστειλεν κριτὴν,
  • ἢ᾿πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με,
  • ὥσπερ τὸν ἐχθὲς ἄνδρα; ῾καὶ δείσας ἐγὼ
  • ἔλεξα ῾πῶς ἐγένετο συμφανὲς τόδε;᾿
  • καὶ πάντα βασιλεῖ ταῦτ᾿ ἀπήγγειλεν ταχύ·
  • ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν·
  • ἐγὼ δ᾿ ἀκούσας ἐκποδὼν μεθίσταμαι,
  • καὶ νῦν πλανῶμαι γῆν ἐπ᾿ ἀλλοτέρμονα.
  • εἶτα περὶ τῶν τοῦ ῾Ραγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει,
  • ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.
  • ἐρωτήσαντός τε αὐτὰς τίνες εἴησαν αἱ παρθένοι φησὶν ἡ Σεπφώρα
  • Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε,
  • οἰκοῦσι δ᾿ αὐτὴν φῦλα παντοίων γενῶν,
  • Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ᾿ ἐστὶ γῆς
  • εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος.
  • ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς
  • ἱερεὺς, ὅς ἐστ᾿ ἐμοῦ τε καὶ τούτων πατήρ.
  • εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ τῆς Σεπφώρας ἐπιβάλλει γάμου, δι᾿ ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας,
  • Σ. ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε.
  • Χ. ξένῳ πατήρ με τῷδ᾿ ἔδωκεν εὐνέτιν.”
  • “Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰν, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἀβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἀβραὰμ ἐκ Χεττούρας·

    v.1.p.508
    ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι Δαδὰν, ἐκ δὲ Δαδὰν γουὴλ , ἐκ δὲ Ῥαγουὴλ Ἰοθὸρ καὶ Ἀβὰβ, , ἐκ δὲ tov Ἰοθὸρ Σεπφώραν , ἣν γήμαι Μωσῆν.

    καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἀβραὰμ ἕβδομον , τὴν δὲ Σεπφώραν ἕκτην. συνοικουντος γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ’ οὗ Μωσῆν εἶναι, γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμ, καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ, ὄντα ἐτῶν ἑκατὸν, γεννῆσαι. ὥστε μβ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαὰρ, ἀφ’ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι.

    οὐδὲν οὑν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. κατοικεῖν δ’ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἀβραὰμ παίδων ὀνομασθῆναι. φησὶ γὰρ τὸν Ἀβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι · διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.

    λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφως τὸν ὄνειρον τὸν ὑπὸ Μώσεως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. λέγει δὲ αὐτὸς ὁ Μώσης δι’ ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὐτῶ πως

  • ἔδοξ’ ὄρους κατ’ ἄκρα Σιναίου θρόνον
  • μέγαν τιν’ εἶναι μέχρις οὐρανοῦ πτυχὸς,
  • ἐν ᾧ καθῆσθαι φῶτα γενναῖόν τινα
  • διάδημ’ ἔχοντα, καὶ μέγα σκῆπτρον χερὶ
  • εὐωνύμῳ μάλιστα. δεξιᾷ δέ μοι
  • ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου.
  • σκῆπτρον δέ μοι παρέδωκε, κεἰς θρόνον μέγαν
  • εἶπεν καθῆσθαι· βασιλικὸν δ’ ἔδωκέ μοι
  • διάδημα, καὐτὸς ἐκ θρόνων χωρίζεται.
  • • ἐγὼ δ’ ἐσεῖδον γῆν ἅπασαν ἔγκυκλον,
  • κανερθε γαίας καξύπερθεν οὐρανοῦ,
  • καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα
  • v.1.p.509
  • ἔπιπτ’, ἐγὼ δὲ πάντας ἠριθμησάμην,
  • κἀμοὶ παρῆγεν ὡς παρεμβολὴ βροτῶν.
  • εἶτ’ ἐμφοβηθεὶς ἐξανίσταμ’ ἐξ ὕπνου.
  • ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως

  • ὢ ξένε, καλόν σοι τοῦτ’ ἐσήμηνεν θεός ·
  • ζώοιν δ’ ὅταν σοι ταῦτα συμβαίνῃ ποτέ.
  • ἆρά γε μέγαν τιν’ ἐξαναστήσεις θρόνον,
  • καὐτὸς βραβεύσεις καὶ καθηγήσῃ βροτῶν.
  • τὸ δ’ εἰσθεᾶσθαι γῆν ὅλην τ’ οἰκουμένην,
  • καὶ τὰ ὑπένερθεν χὐπὲρ οὐρανὸν θεοῦ,
  • ὄψει τά τ’ ὄντα τά τε προτοῦ τά θ’ ὕστερον.
  • περὶ δὲ τῆς καιομένης βάτου καὶ τῆς ἀποστολῆς αὐτοῦ τῆς πρὸς Φαραὼ πάλιν παρεισάγει δι’ ἀμοιβαίων τὸν Μωσῆν τῷ θεῷ διαλεγόμενον. φησὶ δὲ ὁ Μώσης

  • ἔα ’ τί μοι σημεῖον ἐκ βάτου τόδε,
  • τεράστιόν τε καὶ βροτοῖς ἀπιστία;
  • ἄφνω βάτος μὲν καίεται πολλῷ πυρὶ,
  • αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον.
  • τί δή; προελθὼν ὄψομαι τεράστιον
  • μέγιστον • οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.