Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου τὸν Μώϋσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας τῶν τε ναῶν τοὺς πλείστους.
τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι ’ τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας τοὺς κατὰ τὴν Ἀραβίαν ποταμοὺς, καὶ διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν ἐρυθρὰν τριταίους ἐλθεῖν θάλασσαν.
Μεμφίτας μὲν οὖν λέγειν ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας τὴν ἄμπωτιν τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι. Ἡλιουπολίτας δὲ λέγειν ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως, ἄμα] καὶ τοῖς καθιερωμένοις ζῴοις, διὰ τὸ τὴν ὕκαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν.
τῷ δὲ Μωΰσῳ θείαν φωνὴν γενέσθαι πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆναι. τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ
συνεμβάντων δ’ ἑ τῶν Αἰγυπτίων καὶ διωκόντων φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἴτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. γεγονέναι δέ φησι τὸν Μώϋσον μακρὸν, πυρρακῆ, πολιὸν, κομήτην, ἀξιωματικόν. ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.”
“ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα
“Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰν, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἀβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἀβραὰμ ἐκ Χεττούρας·
καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἀβραὰμ ἕβδομον , τὴν δὲ Σεπφώραν ἕκτην. συνοικουντος γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ’ οὗ Μωσῆν εἶναι, γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμ, καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ, ὄντα ἐτῶν ἑκατὸν, γεννῆσαι. ὥστε μβ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαὰρ, ἀφ’ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι.
οὐδὲν οὑν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. κατοικεῖν δ’ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἀβραὰμ παίδων ὀνομασθῆναι. φησὶ γὰρ τὸν Ἀβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι · διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.
λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφως τὸν ὄνειρον τὸν ὑπὸ Μώσεως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. λέγει δὲ αὐτὸς ὁ Μώσης δι’ ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὐτῶ πως