Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τοῦτον δὲ τοῖς Ἰουδαίοις
τοῦ- ’τον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινι κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν ᾿Ιουδαίων παιδίον, τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι.
γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον Ὀρφέως διδάσκαλον· ἀνδρωθέντα δ’ αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι. καὶ γὰρ πλοῖα καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας, καὶ τὰ Αἰγυπτία ὅπλα, καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λς νομοὺς διελεῖν, καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν.
ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν, ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους.
διὰ ταῦτα οὖν τὸν Μώϋσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν, διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν.
τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωΰσου φθονῆσαι αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ’ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον πέμψαι τὸν Μώϋσον ἐπ’ αὐτοὺς
τὸν δὲ Μώϋσον ἐλθόντα ἐπὶ τὸν ‘Eρμοπολίτην ὀνομαζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεοκεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας · λέγειν δέ φησιν Ἡλιουπολίτας τὸν πόλεμον τοῦτον ἔτη δέκα.
τοὺς οὑν περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν. προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμου πόλιν.
οὕτω δὴ τοὺς Αἰθίοπας , καίπερ ὄντας πολεμίους , στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ’ ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας.
τὸν δὲ Χενεφρῆν , λυθέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι προφυλακῆς χάριν, τοῖς δὲ προστάξαι τὸν ἐν Δῖός πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν , ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὄρος λατομήσαντας ’ τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα.
τὸν δὲ ἐλθόντα μετὰ Μωΰσου εἰς Μέμφιν πυθέσθαι παρ’ αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν ὑπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεὐσαντα ταῦρον Ἄπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι, καὶ τὰ ζῷα τὰ καθιερωθέντα