Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ ἀπὸ Ἀσοὺρ μὲν τὴν Ἀσσυρίαν , ἀπὸ δὲ τῶν δύο, Ἄφρα τε καὶ Ἀφὲρ , πόλιν τε ‘Αφρὰν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους δὲ Ἠρακλεῖ συστρατεῦσαι τεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον ’ γήμαντα δὲ τὴν ‘Αφρά θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς ἴ’ Διόδωρον. τούτου δὲ γενέσθαι Σοφωνᾶν, ἀφ’ οὗ τοὺς βαρβάρους Σοφὰς λέγεσθαι.’’
Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ ὡς ἐν ὀλίγοις τοσαυτα παρακείσθω.
Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυίστορα
“ Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἐβσομήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς τὸν ἀδελφὸν κρυφίαν ἔχθρανἨσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα.
ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα Ἰσαὰκ ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά
διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη λαβὰν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχὴλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβ’ · ὀγδόῳ μὲν ἔτει μηνὶ δεκάτω Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν · τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχὴλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν, καὶ παρακοιαὐτῷ τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφἀν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ, τῷ ἑνδεκάτῳ ἔτει μηνὶ πέμπτῳ καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱὸν , ὃν ὑπὸ Λείας Γὰδ
καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὶν εἰσενεγκεῖν παρὰῬαχὴλ, συλλαβεῖν ἐν γαστρὶ, καὶ τῷ αὐτῷ χρόνῳ τὴν παιδίσκην αὐτῆς Ζελφὰν , τῷ δωδεκάτῳ ἔτει μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν, καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσαχάρ.
καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλὼν, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δεῖναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεγάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγονέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ λαβὰν δώδεκα παιδία.
θέλοντα δὲ τὸνἸακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ λαβὰν ἄλλα ἴτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ λαβὰν ἔτη εἴκοσι.
πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακὼβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ὀνομασθήσεσθαι.
καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία ῥουβὶν ἐτῶν ιβ’ μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ία μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἔξ, Ἱοὐσαν ἐτῶν θ’ μηνῶν ὀκτὼ, Νεφθαλείμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτὼ, Ἰσσαχὰρ ἐτῶν ὀκτὼ , Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δεῖναν ἐτῶν ἓξ μηνῶν τεσσάρων , Ἰωσὴφ