Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίβιβῖος ἧκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. λιπε.

Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως “ Ἀβραάμης ἐβασίλευε Δαμάσκου, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος, Χαλδαίων λεγομένης. μετ’ οὐ πολὺν δὲ χρόνον ἐξαναστὰς καὶ ἀπὸ ταύτης τῆς χώσυν ρας, σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν μετῴκησε, καὶ οἱ ἀπ’ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα.’’

τοῦ τε Ἀβραάμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ’ αὐτοῦ δείκνυται Ἀβραάμου οἴκησις λεγομένη. μένη. λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν καταλαβόντος , Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν [*](12 Μνημονεύει — ] loseplms Ant. Iiul. I, 7, 2. vol, 1, p. 28.)

v.1.p.484
πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος, ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν, ἢ μεταχοδμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, αὐτὸς ἄμεινον φρονῶν.’’

Εἶθ’ ἑξῆς ἐπιλέγει

“ Καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις, τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπ’ αὐτῷ δόξαν ἐντεῦθεν ἐπιθανεστέραν συνέβη γενέσθαι.

τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι, καὶ τ̣ὰ παρ’ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα, καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων τῶν πρὸς ἀλλήλους , συμβαλὼν αὐτῶν ἑκάστοις , καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, κενοὺς καὶ μηδὲν ἀληθὲς ἔχοντας ἀπέφαινε.

θαυμασθεὶς οὖν ὑπ’ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος, καὶ δεινὸς ἀνὴρ οἱ νοῆσαι μόνον, ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρολογίαν παραδίδωσι. πρὸ γὰρ τῆς Ἀβραάμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς. ἐκ Χαλδαίων γὰρ ταῦτ’ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἑλληνας. ’

Ταῦτα ὁ Ἰώσηπος.

Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, ὢν καὶ πολυμαθὴς ἀνὴρ , τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἔλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τον τρόπον

“ Εὐπόλεμος δὲ έν τῷ περὶ Ἰουδαίων τῆς Ἀδσυρίας συρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι

v.1.p.485
δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον.

πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ’ ὅλην τὴν γῆν. δεκάτῃ δὲ γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην· εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαικὴν εὑρεῖν , ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ.

τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κα- τοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ Βασιλεῖ αὐτῶν. ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἀβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας.

πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν ὄπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν , ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμά- λωτα, ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Αρυαριξὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου ·