Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὡς δὲ τῇσι τρίτῃόιν εὐτύχεεν , ἀπίκατο γὰρ δὴ πηλοῦ [*](18 Μεθ’ ὅν ἄλλοι — ] Cyrillus adv. lulian. I. p. 3.)

v.1.p.481
κατάπλεοι τοὺς ταρσοὺς, θεοί μιν ἐξ ἀνθρώπων ἀφα- νίζουσιν · τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.’’

Ταῦτα μὲν οὖν οὗτος.

Πἀλιν δὲ Μώσεως τοὺς πρώτους φύντας ἀνθρώπων μακροβίους γεγονέναι φήσαντος, μάρτυρας καὶ τούτου παρατίθεται τοῦ λόγου τοὺς ‘Eλλήνων συγγραφεῖς ὧδε λέγων ὁ Ἰώσηπος

“ Μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ’ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι.

οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες, καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι, καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέὸας πρὸς πλείονα χρόνον οὔσας, εἰχότως ἔζων πλῆθος τοσούτων ἐτῶν.

ἔπειτα καὶ δι’ ἀρετὴν καὶ δι’ εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρολογίας καὶ γεωμετρίας, εἰς πλείονα ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ γὰρ τούτων ὁ μέγας ἐνιαυτὸς πληροῦται.

μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ’ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας. καὶ γὰρ καὶ Μάνεθως ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαικὰ συναγαγὼν καὶ Μόλος καὶ‘Eστιαῖος, καὶ πρὸς αὐτοῖς ὁΑἰγύπτιοςἹερώνυμος, οἵ τε τὰ Φοινικικὰ συνταξάμενοι , συμφωνοῦσι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· Ἡσίοδός τε καὶ ‘Εκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος, καὶ πρὸς τούτοις Ἔφορος [*](9 Μηδεὶς δὲ — ] losephus Ant. lud. I, 3, 6. vol. I, p. 17.)

v.1.p.482
καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν οὖν τούτων, ὡς ἂν ἑκάστοις ῇ φίλον, οὕτω σκοπείτωσαν.”

Πάλιν Μωσέως περὶ τῆς τοῦ πύργου κατασκευῆς καὶ ὡς ἀπὸ μιᾶς γλώττης εἰς πολλὰς συνεχύθησαν θησαν διαλέκτους ἱστορήσαντος, ἐν τῇ λεχθείσῃ Περὶ τῶν Ἀσσυρίων γραφῇ ὁ μικρῷ πρόσθεν δηλωθεὶς συγγραφεὺς τὰ ὅμοια μαρτυρεῖ λέγων ὧδε

“Ἐντὶ δ᾿ οἳ λέγουσι τοὺς πρώτους ἐκ γῆς ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνεί- κασθαι, μετὰ δὲ Κρόνῳ τε καὶ Τιτῆνι συστῆναι πόλεμον.

“Ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται, διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν σύγχυσιν Βαβὲλ καλοῦσι.”