Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τοιγαροῦν οὐδ’ εἴ τις ἐπὶ λέχους φθορὰν παρέλθοι, καθαρὸς εἷναι τότε προσήκει. καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούεσθαι, ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε. καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ, καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα.
οὐ μὴν οὐδ’ ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν καὶ προφάσεις ποιεῖσθαι μέθης, ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε, καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους, καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ’ ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι.
τῆς εἰς τοὺς τετελευτηκότας προενόησεν ὁσίας, οὐ πολυτελείαις ἐνταφίων, οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι θαπτομένου τινὸς καὶ προσελθεῖν καὶ συναποδύρεσθαι νόμιμον ἐποίησε. καθαίρειν δὲ κελεύει καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἕνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος.
γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξε καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ’ αὐτῶν χάριτας, ἀλλ’ εἰς ὁτιοῦν ἐλλείποντα ‚ λευσθησόμενον παραδίδωσι.
καὶ παντὸς τοῦ πρεσβυτέρου τιμὴν ἔχειν τοὺς νέους φησὶν ‚ ἐπεὶ πρεσβύτατον ὁ θεός.
κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους, οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν· κἂν συμβῇ τις ἔχθρα, τούτων ἀπόρρητα λέγειν κεκώλυκε.
δικάζων εἰ δῶρά τις λάβοι ‚ θάνατος ἡ ζημία. περιορων ἱκέτην, βοηθεῖν ἐνὸν, ὑπεύθυνος. ὃ μὴ κατέθηκέ τις, οὐκ ἀναιρήσεται. τῶν ἀλλοτρίων οὐδενὸς ἄψεται. δανείσας τόκον οὐ λήψεται. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοινωνίαν.”
Πῶς δὲ καὶ περὶ τῆς πρὸς ἀλλοφύλους ἐπιεικείας ἐφρόνησεν ὁ νομοθέτης ἄξιον ἰδεῖν · φανεῖται
ὅσοι μὲν γὰρ θέλουσιν ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῆν ὑπελθόντες, δέχεται φιλοφρόνως ‚ οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου νομίζων εἶναι τὴν οἰκειότητα · τοὺς δὲ ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι τῇ συνηθείᾳ οὐκ ἠθέλησε.
τἄλλα δὲ προείρηκεν ὣν ἡ μετάδοσίς ἐστιν ἀναγκαία· πάσι παρέχειν τοῖς δεομένοις πῦρ, ὕδωρ, τροφὴν ‚ ὀδοὺς φράζειν, ἄταφον μὴ περιορᾶν.
ἐπιεικεῖς δὲ καὶ τὰ πρὸς τοὺς πολεμίους κριθέντας εἶναι· οὐ γὰρ ἐᾷ τὴν γῆν αὐτῶν πυρπολεῖν ‚ οὐδὲ κόπτειν ἥμερα δένδρα συγκεχώρηκεν· ἀλλὰ καὶ σκυλεύειν ἀπείρηκε τοὺς ἐν τῇ μάχῃ πεσόντας, καὶ τῶν αἰχμαλώτων προυνόησεν, ὅπως αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν.