Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τίνες οὖν εἰσιν αἱ προρρήσεις καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη δ᾿ ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα, θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῶ καὶ πᾶ-

v.1.p.424
σιν αὐτάρκης, ἀρχὴ καὶ μέση καὶ τέλος πάντων οὗτος· ἔργοις μὲν καὶ χάρισιν ἐναργὴς καὶ παντὸς οὑτινοσοῦν φανερώτερος, μορφὴν δὲ καὶ μέγεθος ἡμῖν ἀφανέστατος.

πᾶσα μὲν ὕλη πρὸς εἰκόνα τὴν τούτου, κἂν ᾖ πολυτελὴς, ἄτιμος· πᾶσα δὲ τέχνη πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος· οὐδὲν ὅμοιον οὔτ᾿ εἴδομεν οὔτ᾿ ἐπινοοῦμεν οὔτ᾿ εἰκάζειν ἐστὶν ὅσιον.

ἔργα βλέπομεν αὐτοῦ, φῶς, οὐρανὸν, γῆν, ἥλιον. καὶ σελήνην, ὕδατα, ζῴων γενέσεις, καρπῶν ἀναδόσεις. ταῦτα ὁ θεὸς ἐποίησεν, οὐ χερσὶν, οὐ πόνοις, οὔ τινων ἐργασαμένων ἐπιδεηθεὶς, ἀλλ᾿ αὐτοῦ καλὰ θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα.

τούτῳ δεῖ πάντας ἀκολουθεῖν καὶ θεραπεύειν αὐτὸν ἀσκοῦντας ἀρετήν· τρόπος γὰρ θεοῦ θεραπείας οὗτος ὁσιώτατος.

εἷς ναὸς ἑνὸς θεοῦ, (φίλον γὰρ ἀεὶ παντὶ τὸ ὅμοιον,) κοινὸς ἁπάντων, κοινοῦ θεοῦ ἁπάντων. τοῦτον θεραπεύουσι μὲν διὰ παντὸς οἱ ἱερεῖς· ἡγεῖται δὲ τούτων ὁ πρῶτος ἀεὶ κατὰ γένος. οὗτος μετὰ τῶν συνιερέων θύσει τῷ θεῷ, φυλάξει τοὺς νόμους, δικάσει περὶ τῶν ἀμφισβητουμένων, κολάσει τοὺς ἐλεγχθέντας. ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην, ὡς εἰς τὸν θεὸν αὐτὸν ἀσεβῶν.

θύομεν τὰς θυσίας οὐκ εἰς πλήρωσιν ἑαυτοῖς καὶ μέθην, (ἀβούλητα γὰρ τῷ θεῷ τάδε, καὶ πρόφασις ἂν ὕβρεως γένοιτο καὶ πολυτελείας·) ἀλλὰ σώφρονας, εὐτάκτους, εὐσταλεῖς, ὅπως μάλιστα θύοντες σωφρονῶσι. καὶ ἐπὶ ταῖς θυσίαις χρὴ πρῶτον ὑπὲρ τῆς κοινῆς εὔχεσθαι σωτηρίας, εἶθ᾿ ὑπὲρ ἑαυτῶν· (ἐπὶ γὰρ κοινωνίᾳ γεγόναμεν·) καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ᾿ ἑαυτὸν ἰδίου μάλιστα εἴη θεῷ κεχαρισμένος.

παράκλησις δὲ πρὸς τὸν θεὸν ἔστω διὰ τῆς εὐχῆς καὶ δέησις, οὐχ ὅπως διδῷ τὰ ἀγαθά· (δέδωκε γὰρ αὐ-

v.1.p.425
τὸς ἑκὼν καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν·) ἀλλ’ ὅπως δέχεσθαι δυνώμεθα καὶ λαβόντες φυλάττωμεν.

ἁγνείας ἐπὶ ταῖς θυσίαις διῄρηκεν ὁ νόμος ἀπὸ κήδους, ἀπὸ λέχους ‚ ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα. καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν εἴη νῦν γρά- φειν. ”

‘‘Τοιοῦτος μὲν ὁ περὶ θεοῦ καὶ τῆς ἐκείνου θεραπείας λόγος ἡμῖν ἐστίν· ὁ δ’ αὐτὸς ἅμα καὶ νόμος. τίνες δὲ οἶ περὶ γάμων νόμοι ; μίξιν μόνην οἶδεν ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γίνεσθαι· τὴν δὲ πρὸς ἄρρενα ἀρρένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπιτίμιον εἴ τις ἐπιχειρήσειε.

γαμεῖν δὲ κελεύει μὴ προικὶ προσέχοντας, μηδὲ βιαίοις ἁρπαγαῖς, μηδ’ αὖ δόλῳ καὶ δι’ ἀπάτης πείσαντας ‚ ἀλλὰ μνηστεύειν εἴτ’· παρὰ τοῦ δοῦναι κυρίου, καὶ κατὰ συγγένειαν ἐπιτήδειον. γυνὴ χείρων, φησὶν, ἀνδρὸς εἰς ἅπαντα · τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ’ ἵνα ἄρχηται· θεὸς γὰρ ἀνδρὶ κράτος ἔδωκε.

ταύτῃ συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρὰν ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις · οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην οὔτ’ εἰ πείσαι γεγαμημένην.

τέκνα τρέφειν ἅπαντα προσέταξε. καὶ γυναιξὶν ἀπεῖπε μήτ’ ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν ‚ ἀλλὰ ἢν φανείη, τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα καὶ τὸ γένος ἐλαττοῦσα.

τοιγαροῦν οὐδ’ εἴ τις ἐπὶ λέχους φθορὰν παρέλθοι, καθαρὸς εἷναι τότε προσήκει. καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούεσθαι, ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε. καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ, καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα.

v.1.p.426
διόπερ ἁγνείας ἐπὶ πάσι τοῖς τοιούτοις ἔταξεν.

οὐ μὴν οὐδ’ ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν καὶ προφάσεις ποιεῖσθαι μέθης, ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε, καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους, καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ’ ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι.

τῆς εἰς τοὺς τετελευτηκότας προενόησεν ὁσίας, οὐ πολυτελείαις ἐνταφίων, οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι θαπτομένου τινὸς καὶ προσελθεῖν καὶ συναποδύρεσθαι νόμιμον ἐποίησε. καθαίρειν δὲ κελεύει καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἕνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος.

γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξε καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ’ αὐτῶν χάριτας, ἀλλ’ εἰς ὁτιοῦν ἐλλείποντα ‚ λευσθησόμενον παραδίδωσι.

καὶ παντὸς τοῦ πρεσβυτέρου τιμὴν ἔχειν τοὺς νέους φησὶν ‚ ἐπεὶ πρεσβύτατον ὁ θεός.