Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“ Τοῦτο πρῶτον ἁπάντων τὴν θαυμαστὴν ὁμόνοιαν ἡμῖν ἐμπεποίηκε. τὸ γὰρ μίαν μὲν ἔχειν καὶ τὴν αὐτὴν δόξαν περὶ θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθεσι μηδὲν ἀλλήλων διαφέρειν ‚ καλλίστην ἐν ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ.
παρ’ ἡμῖν γὰρ μόνοις οὔτε περὶ θεοῦ λόγους ἀκούσεται τοὺς ἀλλήλοις ὑπεναντίους, ὁποῖα πολλὰ παρ’ ἑτέροις· οὐχ ὑπὸ τῶν τυχόντων γὰρ μόνον τὸ κατὰ τὸ προσπεσὸν ἑκάστῳ λέγεται πάθος, ἀλλὰ καὶ παρά τισι τῶν φιλοσόφων ἀποτετόλμηται, τῶν μὲν τὴν ὅλην τοῦ θεοῦ φύσιν ἀναιρεῖν τοῖς λόγοις ἐπικεχειρηκότων ‚ ἄλλων δὲ τὴν ὑπὲρ ἀνθρώπων αὐτὸν πρόνοιαν ἀφαιρουμένων·) οὐδ’ ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται διαφορὰν ‚ ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ’ ἡμῖν, εἷς δ’ ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ θεοῦ, πάντα λέγων ἐκεῖνον ἐφορᾶν.
καὶ μὴν περὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων ‚ ὅτι δεῖ πάντα τὰ ἄλλα τέλος ἔχειν τὴν εὐσέβειαν, καὶ γυναικῶν ἀκούσειεν ἄν τις καὶ τῶν οἰκετῶν. ὅθεν δὴ καὶ τὸ προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργ’ ὢν ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦθεν συμβέβηκεν.
οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι, καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν εἶναι καὶ φρόνησιν καὶ ἀρετὴν ὑπειλήφαμεν, τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν.
ὅπερ εἰκότως ἂν εἴη τεκμήριον τοῦ κάλλιστα τὸν νόμον τεθῆναι. τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἶ πεῖραι δεόμεναι
τί γὰρ αὐτοῦ τις ἂν μετακινήσειεν. ἢ τί κάλλιον ἐξεῦρεν, ἢ τί παρ᾿ ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; ἆρά γε τὴν ὅλην κατάστασιν τοῦ πολιτεύματος; καὶ τίς ἂν καλλίων ἢ δικαιοτέρα γένοιτο τῆς τὸν θεὸν μὲν ἡγεμόνα τῶν ὅλων ἡγεῖσθαι πεποιημένης, τοῖς ἱερεῦσι δὲ κοινῇ μὲν τὰ μέγιστα διοικεῖν ἐπιτρεπούσης, τῷ δὲ πάντων ἀρχιερεῖ πάλιν πεπιστευκυίας τὴν τῶν ἄλλων ἱερέων ἡγεμονίαν;
οὓς οὐ κατὰ πλοῦτον οὐδέ τισιν ἄλλαις προύχοντας πλεονεξίαις τὸ πρῶτον εὐθὺς ὁ νομοθέτης ἐπὶ τὴν τιμὴν ἔταξεν, ἀλλ᾿ ὅσοι τῶν μετ᾿ αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον, τούτοις τὴν περὶ τὸν θεὸν θεραπείαν ἐνεχείρισεν.
τοῦτο δ᾿ ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια· καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν.”
“Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα; τίς δὲ τιμὴ θεῷ μᾶλλον ἁρμόζουσα; παντὸς μὲν τοῦ πλήθους κατεσκευασμένου πρὸς τὴν εὐσέβειαν, ἐξαίρετον δὲ τὴν ἐπιμέλειαν τῶν ἱερέων πεπιστευμένων, ὥσπερ δὲ τελετή ἐστι τῆς ὅλης πολιτείας οἰκονομουμένης.
ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύοντες ἄλλοι φυλάττειν οὐ δύνανται, μυστήρια καὶ τελετὰς ἐπονομάζοντες, ταῦτα μετὰ πολλῆς ἡδονῆς καὶ γνώμης ἀμεταθέτου φυλάττομεν ἡμεῖς διὰ τοῦ παντὸς αἰῶνος.
τίνες οὖν εἰσιν αἱ προρρήσεις καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη δ᾿ ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα, θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῶ καὶ πᾶ-