Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ’ αὐτῷ καὶ Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος ‚ τοῦτον γρά- φων καὶ αὐτὸς τὸν τρόπον
“ Τίς δ’ ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους καὶ τῆς δικαιοτάτης περὶ τοῦ θεοῦ πίστεως ἐπιτυχὼν πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαραβάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον
οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ τῶν νόμων παρὰ τοῖς ἅπασιν ἀνθρώποις διαφοραὶ, κεφαλαιωδῶς ἂν ἐπίοι τίς.
οἷ μὲν γὰρ μοναρχίαις, οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων, ὁ δ’ ἡμέτερος νομοθέτης εἰς μὲν τούτων οὐδ’ ὁτιοῦν ἀπεῖδεν, ὡς δ’ ἄν τις εἴποι βιασάμενος τὸν λόγον θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα ‚ θεῷ τὴν ἀρχὴν καὶ τὸ κράτος ἀναθεὶς, καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας ἀφορᾶν ὡς αἴτιον μὲν ἀπάντων ὄντα τῶν αγαθῶν, ἃ κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις · λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν οὔτε τι τῶν πραττομένων οὐδὲν οὔθ’ ὧν ἄν τις παρ’ αὐτῷ διανοηθείη.
ἀλλ’ αὐτὸν ἀπέφηνε καὶ ἀγέννητον καὶ πρὸς τὸν ἀίδιον χρόνον ἀναλλοίωτον, πάσης ἰδέας θνητῆς κάλλει διαφέροντα, φέροντα, καὶ δυνάμει μὲν ἡμῖν γνώριμον ‚ ὁποῖος δὲ κατ’ οὐσίαν ἐστὶν ἄγνωστον.
ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρ’ Ἕλλησιν ὅτι μὲν ἐδιδάἸώσηπος] [*](5 Contra Apion. 2, IG. vol. 2. p. 482. ed. Hav.)
ἀλλ’ οἱ μὲν πρὸς ὀλίγους φιλοσοφοῦντες εἰς πλήθη δόξαις κατειλημμένα τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν ‚ ὁ δ’ ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς νόμοις σύμφωνα, οὐ μόνον τοὺς καθ’ ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν περὶ τοῦ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον.
αἰτιον δ’, ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων πολὺ διήνεγκεν. οὐ γὰρ μέρος ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τε ἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέστησε· λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην ‚ τὴν καρτερίαν, τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν.
ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ λόγοι πάντες ἐπὶ τὴν πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν ἔχουσι τὴν ἀναφοράν · οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδ’ ἀόριστον παρέλιπεν.
δύο μὲν γάρ εἰσιν ἁπάσης παιδείας τρόποι καὶ τῆς περὶ τὰ ἤθη κατασκευῆς, ὧν ὁ μὲν λόγῳ διδασκαλικὸς, ὁ δὲ διὰ τῆς ἀσκήσεως τῶν ἠθῶν οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις διέστησαν καὶ τὸν ἕτερον αὐτῶν ὃν ἔδοξεν ἑκάστοις ἑλόμενοι τὸν ἕτερον παρέλιπον· οἷον Λακεδαιμόνιοι μὲν καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις, ’Αθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες Ἕλληνες ἃ μὲν χρὴ πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων ‚ τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρουν.