Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον ὑβρίζῃς ‚ ἐὰν δεσμοῖς συνέχῃς ‚ ἐὰν ἀπάγων πωλῇς, ἐὰν βέβηλα, ἐὰν ἱερὰ παρακλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτὸν, (ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ

v.1.p.415
τούτων ἐννοίας γένοιτο, οὐδὲ ἄξιον λέγειν,) ἀλλ’ εἰς πατέρα ἢ μητέρα, ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ’ ὁ τυχὼν, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον, ὡς οὐ χείρονα ἀσεβείας πράξαντα.

ἄλλα δ’ αὖ πάλιν, ὁποῖά τινα, γυναῖκας ἀνδράσι δουλεύειν ‚ πρὸς ὕβρεως μὲν οὐ- δεμιᾶς 5 πρὸς εὐπείθειαν δ’ ἐν ἅπασ·ι · γονεῖς ἄρχειν, ἐπὶ σωτηρίᾳ καὶ πολυωρίᾳ τῶν ἑαυτοῦ κτη- μάτων ἴνα ἕκαστον κύριον εἶναι ‚ μὴ θεόν γε ἐπιφημίσαντα αὐτοῖς ‚ μηδ’ ὡς τῷ θεῷ ταῦτα ἀνίησιν εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι ‚ ψαῦσαι καὶ θιγεῖν αὐτῶν οὐκ ἔστιν, ἀλλ’ εὐθὺς ἁπάντων ἀποκεκλεῖσθαι.

μή μοι τὰ τῶν θεῶν ἁρπάζειν, μηδ’ ἀποσυλᾶν ἑτέρων ἀναθέντων, ἀλλὰ καὶ τῶν οἰκείων, ὥσπερ ἔφην, προσπεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ’ ἀναθέσει εἰπόντα δὲ πάντων στέρεσθαι, μεταγινώσκοντι δὲ ἢ· ἐπανορθουμένῳ τὰ λελεγμένα καὶ τὴν ψυχὴν προσαφαιρεῖσθαι.

καὶ ἐπὶ τῶν ἄλλων ὧν κυριεύει ὁ αὐτὸς λόγος ἐὰν ἐπιφημίσῃ τροφὴν· γυναικὸς ἀνὴρ ἱερὰν εἶναι ‚ τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ ‚ ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη, τοῦ ἱερέως ἀποφήσαντος · ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαίνειν ‚ ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι.

μυρία δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ νομίμων, κἀν τοῖς νομίμοις αὐτοῖς. ἅ τις παθεῖν ἐχθαίρει, μὴ ποιεῖν αὐτόν· ἃ μὴ κατέθηκεν, μηδ’ ἀναιρεῖσθαι, μηδ’ ἐκ πρασιὰς ‚ μηδ’ ἐκ ληνοῦ ‚ μηδ’ ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἀπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ

v.1.p.416
μάτα ὑδάτων ἀποκλείειν ‚ ἀλλὰ καὶ πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν.

μὴ ταφῆς νεκρὸν ἐξείργειν ‚ ἀλλὰ καὶ γῆς ὅσον γε εἰς τὴν ὁσίαν προσεπιβάλλειν· μὴ θήκας ‚ μὴ μνήματα ὅλως κατοιχομένων κινεῖν· μὴ δεσμὰ, μὴ κακὸν μηδὲν πλέον τῷ ἐν ἀνάγκαις προσεπιφέρειν· μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ’ οὑν ὁ θεὸς, εἴτε τις καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανίζειν· μὴ γέννημα δουλοῦν·

μὴ ζυγὸν ἄδικον ἀνθυποβάλλειν, μὴ χοίνικα ἄμετρον, μὴ νόμισμα ἄδικον· μὴ φίλων ἀπόρρητα ἐν ἔχθρᾳ φαίνειν · ποῖ δὴ πρὸς τοῦ θεοῦ ἡμῖν τὰ Βουζύγια ἐκεῖνα ; ἄλλα δὲ πρὸς τούτοις ὅρα. μὴ παίδων διοικίζειν γονέας, μηδ’ ἂν αἰχμαλώτους ἔχῃς · μὴ γυναῖκα ἀνδρὸς, κἂν νομίμως ἐωνημένος ᾖς δεσπότης.

ἠ που σεμνότερα καὶ μείζω ταῦτα, ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα. μὴ νεοττιάν φησι κατοικίδιον ἐρημοῦν, μὴ ζῴων ἱκεσίαν, οἷα ἔσθ’ ὅτε προσφευγόντων ἀναιρεῖν · μὴ εἴ τι τῶν τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε εἴποις ἄν· ἀλλ’ ὅ γε ἐπ’ αὐτοῖς νόμος ἐστὶ μέγας, καὶ πάσης ἐπιμελείας αἴτιος ‚ καὶ αἶ προρρήσεις μεγάλαι, c καὶ ἀραὶ κατά τε ἐξωλείας ‚ καὶ ὁ θεὸς ἐπόπτης τῶν τοιούτων, καὶ τιμωρὸς ἁπανταχοῦ.

Καὶ μετὰ βραχέα φησὶν

‘ Ὅλην δὲ ἡμέραν τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν, ἀλλὰ πολλὰς,. καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις, ἀλλ’ ἐκ διαλειμμάτων, (καὶ τούτων δὲ παρ’ ἑπτὰ, κρατοῦντος, ὡς καὶ εἰκὸς ἀεὶ, τοῦ παρὰ τὰς βεβήλους ἔθους,) μηδὲν ἂν παραβῆναι τῶν προστεταγμένων, οὐ θαυμάζεις;

ἆρ’ οὐ πρὸς ἀσκήσεως

v.1.p.417
μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστὶν. ὡς ἐξ ἴσου καὶ δρᾶν τι πονοῦντας καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων‚ εἰ δέοι; οὐ δῆτα. ἀλλ’ εἰ καὶ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης, αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἷναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως ‚ ἀλλ’ ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπείρως ἔχειν.

τί οὖν ἐποίησε ταῖς ἑββόμαις ταύταις ἡμέραις; αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι καὶ καθεζομένους μετ’ ἀλλήλων σὺν αἰδοῖ καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν.