Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ δῆτα συνέρχονται μὲν ἀεὶ καὶ συνεδρεύουσι μετ’ ἀλλήλων, οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἰ τι προσεπιφημίσαι τοῖς ἀναγινωσκομένοις νομίζεται ’ τῶν ἱερέων δέ τις ὁ παρὼν, ἢ τῶν γερόντων εἶς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς, καὶ καθ’ ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας · κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν έπιδεδωκότες.

ἀρά σοι οὐ δοκεῖ ταῦτα παντὸς σπουδάσματος μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων ‚ καὶ μὴ διερωτῶντες οὐδὲ καθ’ ἑαυτοὺς ὑπ’ ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ’ ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ ‚ προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ ‚ καὶ παισὶ πατὴρ, καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δοκεῖ τοὺς νόμους παραδιδόναι.

καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν ‚ οὐ μὴν ταὐτὸν ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν ‚ ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθενείας χάριν. πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν,

v.1.p.418
εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι, καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας κατεξάνθαι.

ταυτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην· οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ γὰρ συνεχὲς καὶ ὁμοιοειδὲς ἀεὶ, μάλιστα δὲ ἐπ᾿ ἔργων, βλάπτειν ἔοικε.

σημεῖον δέ· τὴν γὰρ γῆν αὐτὴν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσεσθαι πολὺ μᾶλλον ἢ πρόσθεν τὸ ἕβδομον ἔτος τουτὶ καὶ τῶν καρπῶν πάντων συμπαραχωρήσειν ὅλων, οὐκ ἂν οὐδαμῶς δέξαιντο. οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται δεῖν μόνοι· (καίτοι κἂν εἰ τοῦτ᾿ ἐποίουν, οὐδὲν ἂν θαυμαστὸν ἦν·) ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ ῥᾳστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας καὶ γεωργίας, λαβεῖν.

ἐπεὶ τί ἐκώλυε πρὸς τοῦ θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων τὸν ἐκείνων φόρον τοῦ ἔτους ἐκλέγειν; ἀλλ᾿, ὥσπερ ἔφην, κατ᾿ οὐδένα τρόπον οὐδὲν τῶν τοιούτων, προνοίᾳ, μοι δοκεῖ, τῆς χώρας, ἐκδέχονται.

τῆς δὲ φιλανθρωπίας αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον. ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ᾿ ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς· ἀλλ᾿, ἅτε τοῦ θεοῦ παρεσχηκότος αὐτοῖς, ἀνιείσης ἐπ᾿ αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ- λων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι.

καὶ περὶ μὲν τούτων ἅλις σοι. τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον αὐτοῖς στῆσαι, ταῦτα οὐκ ἂν ἐμὲ ἀπαιτήσαις, ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φυσιόλογων καὶ φιλοσόφων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥν-

v.1.p.419
τιν’ ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δὴ πρὸς τὴν ἀνθρωπείαν φύ.σιν. οὗτος ὁ τῆς ἑβδόμης λόγος.

Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ’ αὐτῷ καὶ Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος ‚ τοῦτον γρά- φων καὶ αὐτὸς τὸν τρόπον

“ Τίς δ’ ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους καὶ τῆς δικαιοτάτης περὶ τοῦ θεοῦ πίστεως ἐπιτυχὼν πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαραβάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον

οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ τῶν νόμων παρὰ τοῖς ἅπασιν ἀνθρώποις διαφοραὶ, κεφαλαιωδῶς ἂν ἐπίοι τίς.