Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“ Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν ἐκδοῦναι περὶ τῆς τῶν Ἰουδαΐκῶν βιβλίων ἀναγραφῆς πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀκριβείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο ‚ καὶ οὐδὲν ἀπερριμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς ἐκδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακε- χώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος, καὶ τὴν ἑκάστου κατασκευὴν ‚ διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ ἐκδόσεώς ἐστιν ἀντίγραφον τόδε ·
Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. Προστάξαντός σου ‚ βασιλεῦ, περὶ τῶν ἀπολειφθέντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς ‚ πεποιημένος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν προσαναφέρω σοι
τὰ δὲ τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα· ἀμελέστερον δὲ καὶ οὐχ ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τετύχηκε.
δέον δὲ ἔτι καὶ ταῦθ’ ὑπάρχειν παρὰ σοὶ διηκριβωμένα ‚ διὰ τὸ καὶ φιλοσοφωτέραν εἷναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὧς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καἲ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν
ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἐν Ἱεροσολύμοις ἀρχιερέα ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον ἑαυτῶν, ἀφ’ ἑκάστης φυλῆς ἓξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων όνων ἐξετάσαντες, καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σὴς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός.’
Τῆς δὲ ἐκδόσεως ταύτης γενομένης ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, ‚ σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα ‚ καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα, καὶ λίθων ἱκανόν τι πλῆθος.
ἐκέλευσε δὲ τοὺς χρηματοφύλακας τοῖς τεχνίταις ὣν ἂν προαιρῶνται τὴν ἐκλογὴν διδόναι, καὶ νομίσματος εἰς θυσίας καὶ τὰ ἄλλα πρὸς τάλαντα ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς ‚ ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον
‘ Βασιλεὺς Πτολεμαῖος ἀρχιερεῖ Ἐλεαξάρῳ χαίρειν καὶ ἐρρῶσθαι. Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι, γενηθέντας ἀναρπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν ‚ καθ’ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους ‚ ἀφ’ ὧν καὶ πλείονας εἰς τὸ
βουλομένων δὲ ἡμῶν καὶ σοὶ χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις, καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ’ ὑμῖν Ἑβραικῶν λεγομένων γραμμάτων, ἔν ὑπάρχῃ καὶ ταῦτα παρ’ ἡμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις.
καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ‚ ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας ‚ πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου ‚ καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τού- του μεγάλην ἀτοίσεσθαι δόξαν.
ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀρισταῖον, τιμωμένους παρ’ ἡμῖν, διαλεξομένους
Πρὸς ταῦτα ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐέἀκαρπς οὕτως
’ Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ‚ φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη ‚ ἡ ἀδελφὴ ‚ καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα ‚ καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν, μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν ‚ καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἔν εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν
ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα ‚ κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς έπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερὸν, ἀργυρίου τάλαντα ἑκατὸν, ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων μένων παρὰ σοὶ καὶ Ἀρισταῖος, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα
οἱ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ’ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστὶν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως ἐστι σημεῖον. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐεργέτηκας.