Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον γνώρισμα, τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν, καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι.

ἐπιμανείσῃ δ᾿ οὖν αὐτῷ τῇ τοῦ δεσπότου γα- μετῇ, εἰς ἀκολάστους τε καὶ ἐρωτικὰς ὁμιλίας ἅτε νέον τὸ σῶμα κατασύρειν πειρωμένῃ, καὶ πρῶτα μὲν λόγοις ἀπατᾶν αὐτὸν ἐπιχειρούσῃ, εἶτα δὲ ἱκεσίαις ἀντιβολούσῃ, καὶ τέλος βιαιότερον χεῖρας ἐπάγειν τολμώσῃ, ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένη, τῆς τῶν πατέρων εὐσεβοῦς διδασκα-

v.1.p.359
λίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος, καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας, τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας· ὥσπερ δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς φυγῇ τὴν σωτηρίαν πορίζεται.

κἄπειτα αὐτὸς πρὸς ἑαυτὸν σώφρονι λογισμῷ τοιάδε ἐπιλογίζεται, καί φησιν “εἰ ὁ κύριός μου δι’ ἐμὲ οὐδὲν γινώσκει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῷ δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;” ἐφ’ οἷς οἶα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ τῶν δεσποτῶν αὐτοῦ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Εβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἢν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται.

Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος, ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς ἐπλεόναζέν τε ὁσημέραι καὶ ἐπλήθυνεν, τὰ μὲν τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο, τὰ δὲ τῆς παρ’ Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ’ Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν.

ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς

v.1.p.360
προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα δι’ αὐτοῦ τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημίας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον·

οἳ μὴ ζηλώσαντες τὴν πάτριον ἀρετὴν δι’ ἀβελτερίαν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι’ ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ’ οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθεμένου.

καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μώσεως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἣν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήχης, τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται.

Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μώσεως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν, καὶ τόν γε τῆς κατ᾿ αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μώσεως γραφῆς καὶ τῶν μετ’ αὐτὸν προφητῶν ἐπισκέψασθαι.

Πρῶτος δ’ οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεόλογος τε καὶ νομοθέτης, πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε

v.1.p.361
δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδὲ ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν ἡγησάμενος, ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν.

ἄρχεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας, οὐχ ᾗ φίλον Αἰγυπτίοις καὶ Φοίνιξιν ἦν ἢ τοῖς λοιποῖς ἔθνεσιν εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς κατ’ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους, ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα.

ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινὸς μεγαλοπόλεως τοῦ κόσμου βασιλέα καταστήσας.

παιδεύει τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων.

Βασιλέα γὰρ αὐτὸν καὶ νομοθέτην τοῦ σύμπαντος κόσμου παριστᾷ· νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει τὴν τῶν ἁπάντων οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ ὁδῷ καὶ τάξει τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα.

λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἀπάντων οὐρανὸν ἐστερεῶσθαι, καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ

v.1.p.362
νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυκλεῖσθαι δρόμον, λόγῳ δὲ θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν, νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τἀς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης δὲ βυθοὺς ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖσθαι πελάγεσιν, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾶν, καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμμέτρως ἐπιχορηγουμένοις ἀρδομένην τὴν γῆν μυρία γένη φυτῶν τε καὶ ζῴων ἀναδιδόναι·